Revelation of John 17

1Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, καὶ ἐλάλησεν μετ᾽ ἐμοῦ λέγων· Δεῦρο, δείξω σοι τὸ κρίμα τῆς πόρνης τῆς μεγάλης τῆς καθημένης ἐπὶ
 ὑδάτων = WH Treg NA/NIV: || τῶν ὑδάτων τῶν = RP
ὑδάτων πολλῶν,
2μεθ᾽ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύσθησαν οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς. 3καὶ ἀπήνεγκέν με εἰς ἔρημον ἐν πνεύματι. καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ θηρίον κόκκινον,
 γέμοντα = WH NA/NIV: || γέμον τὰ = Treg; || γέμον = RP
γέμοντα ὀνόματα βλασφημίας,
 ἔχων = WH NA/NIV: || ἔχον = Treg RP
ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα.
4καὶ γυνὴ ἦν περιβεβλημένη πορφυροῦν καὶ κόκκινον,
 καὶ = WH Treg NA/NIV: || [omit] = RP
καὶ κεχρυσωμένη
 χρυσίῳ = WH NA/NIV RP: || χρυσῷ = Treg
χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα ποτήριον χρυσοῦν ἐν τῇ χειρὶ αὐτῆς γέμον βδελυγμάτων καὶ τὰ ἀκάθαρτα τῆς πορνείας αὐτῆς,
5καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον, μυστήριον, Βαβυλὼν μεγάλη, μήτηρ τῶν πορνῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς. 6καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν ἐκ τοῦ αἵματος τῶν ἁγίων
 καὶ = WH Treg NA/NIV: || [omit] = RP
καὶ ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ.

Καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαῦμα μέγα·
7καὶ εἶπέν μοι ἄγγελος· Διὰ τί ἐθαύμασας; ἐγὼ ἐρῶ σοι τὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα· 8τὸ θηρίον εἶδες ἦν καὶ οὐκ ἔστιν, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου, καὶ εἰς ἀπώλειαν
 ὑπάγει = WH NA/NIV: || ὑπάγειν = Treg RP
ὑπάγει· καὶ
 θαυμασθήσονται = WH NA/NIV: || θαυμάσονται = Treg RP
θαυμασθήσονται οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται
 τὸ ὄνομα = WH Treg NA/NIV: || τὰ ὀνόματα = RP
τὸ ὄνομα ⸃ ἐπὶ τὸ βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλεπόντων
 τὸ θηρίον ὅτι ἦν = WH Treg NA/NIV: || ὅτι ἦν τὸ θηρίον = RP
τὸ θηρίον ὅτι ἦν ⸃ καὶ οὐκ ἔστιν καὶ παρέσται.

9Ὧδε νοῦς ἔχων σοφίαν. αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὄρη εἰσίν, ὅπου γυνὴ κάθηται ἐπ᾽ αὐτῶν. καὶ βασιλεῖς
 ἑπτά εἰσιν = WH Treg NA/NIV: || εἰσιν ἑπτὰ = RP
ἑπτά εἰσιν ⸃·
10οἱ πέντε ἔπεσαν, εἷς ἔστιν, ἄλλος οὔπω ἦλθεν, καὶ ὅταν ἔλθῃ ὀλίγον
 αὐτὸν δεῖ = WH Treg NA/NIV: || δεῖ αὐτὸν = RP
αὐτὸν δεῖ ⸃ μεῖναι,
11καὶ τὸ θηρίον ἦν καὶ οὐκ ἔστιν. καὶ
 αὐτὸς = WH NA/NIV RP: || οὗτος = Treg
αὐτὸς ὄγδοός ἐστιν καὶ ἐκ τῶν ἑπτά ἐστιν, καὶ εἰς ἀπώλειαν ὑπάγει.
12καὶ τὰ δέκα κέρατα εἶδες δέκα βασιλεῖς εἰσιν, οἵτινες βασιλείαν οὔπω ἔλαβον, ἀλλὰ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσιν μετὰ τοῦ θηρίου. 13οὗτοι μίαν
 γνώμην ἔχουσιν = WH Treg NA/NIV: || ἔχουσιν γνώμην = RP
γνώμην ἔχουσιν ⸃, καὶ τὴν δύναμιν
 καὶ = WH Treg NA/NIV: || καὶ τὴν = RP
καὶ ἐξουσίαν αὐτῶν τῷ θηρίῳ διδόασιν.
14οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσιν, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι κύριος κυρίων ἐστὶν καὶ βασιλεὺς βασιλέων, καὶ οἱ μετ᾽ αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί.

15Καὶ λέγει μοι· Τὰ ὕδατα εἶδες, οὗ πόρνη κάθηται, λαοὶ καὶ ὄχλοι εἰσὶν καὶ ἔθνη καὶ γλῶσσαι. 16καὶ τὰ δέκα κέρατα εἶδες καὶ τὸ θηρίον, οὗτοι μισήσουσι τὴν πόρνην, καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ
 γυμνήν = WH Treg NA/NIV: || γυμνήν ποιήσουσιν αὐτήν = RP
γυμνήν, καὶ τὰς σάρκας αὐτῆς φάγονται, καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί·
17 γὰρ θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ, καὶ ποιῆσαι
 μίαν γνώμην = WH Treg NA/NIV: || γνώμην μίαν = RP
μίαν γνώμην ⸃ καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἄχρι
 τελεσθήσονται = WH Treg NA/NIV: || τελεσθῶσιν = RP
τελεσθήσονται οἱ λόγοι τοῦ θεοῦ.
18καὶ γυνὴ ἣν εἶδες ἔστιν πόλις μεγάλη ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς.

Copyright information for SBLG