Revelation of John 9

Καὶ πέμπτος ἄγγελος ἐσάλπισεν· καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν, καὶ ἐδόθη αὐτῷ κλεὶς τοῦ φρέατος τῆς ἀβύσσου· καὶ ἤνοιξεν τὸ φρέαρ τῆς ἀβύσσου, καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος ὡς καπνὸς καμίνου
 μεγάλης = WH Treg NA/NIV: || καιομένης = RP
μεγάλης, καὶ
 ἐσκοτώθη = WH NA/NIV: || ἐσκοτίσθη = Treg RP
ἐσκοτώθη ἥλιος καὶ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος.
καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν, καὶ ἐδόθη αὐταῖς ἐξουσία ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς. καὶ ἐρρέθη αὐταῖς ἵνα μὴ
 ἀδικήσουσιν = WH NA/NIV: || ἀδικήσωσιν = Treg RP
ἀδικήσουσιν τὸν χόρτον τῆς γῆς οὐδὲ πᾶν χλωρὸν οὐδὲ πᾶν δένδρον, εἰ μὴ τοὺς ἀνθρώπους οἵτινες οὐκ ἔχουσι τὴν σφραγῖδα τοῦ θεοῦ ἐπὶ τῶν
 μετώπων = WH Treg NA/NIV: || μετώπων αὐτῶν = RP
μετώπων.
καὶ ἐδόθη
 αὐτοῖς = Treg NA/NIV: || αὐταῖς = WH RP
αὐτοῖς ἵνα μὴ ἀποκτείνωσιν αὐτούς, ἀλλ᾽ ἵνα
 βασανισθήσονται = WH Treg NA/NIV: || βασανισθῶσιν = RP
βασανισθήσονται μῆνας πέντε· καὶ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου, ὅταν παίσῃ ἄνθρωπον.
καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον καὶ οὐ μὴ εὑρήσουσιν αὐτόν, καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν καὶ
 φεύγει = WH Treg NA/NIV: || φεύξεται = RP
φεύγει
 ὁ θάνατος ἀπ’ αὐτῶν = WH Treg NA/NIV: || ἀπ’ αὐτῶν ὁ θάνατος = RP
θάνατος ἀπ᾽ αὐτῶν ⸃.

Καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων ὅμοια ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι
 ὅμοιοι χρυσῷ = WH Treg NA/NIV: || χρυσοῖ = RP
ὅμοιοι χρυσῷ ⸃, καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων,
καὶ εἶχον τρίχας ὡς τρίχας γυναικῶν, καὶ οἱ ὀδόντες αὐτῶν ὡς λεόντων ἦσαν, καὶ εἶχον θώρακας ὡς θώρακας σιδηροῦς, καὶ φωνὴ τῶν πτερύγων αὐτῶν ὡς φωνὴ ἁρμάτων ἵππων πολλῶν τρεχόντων εἰς πόλεμον· 10 καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις καὶ κέντρα, καὶ ἐν ταῖς οὐραῖς αὐτῶν
 ἡ ἐξουσία αὐτῶν = WH Treg NA/NIV: || ἐξουσίαν ἔχουσιν τοῦ = RP
ἐξουσία αὐτῶν ⸃ ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε.
11 
 ἔχουσιν ἐπ’ αὐτῶν βασιλέα τὸν = WH Treg NA/NIV: || Ἔχουσαι βασιλέα ἐπ᾽ αὐτῶν = RP
ἔχουσιν ἐπ᾽ αὐτῶν βασιλέα τὸν ⸃ ἄγγελον τῆς ἀβύσσου· ὄνομα αὐτῷ Ἑβραϊστὶ Ἀβαδδών
 καὶ ἐν = WH Treg NA/NIV: || ἐν δὲ = RP
καὶ ἐν ⸃ τῇ Ἑλληνικῇ ὄνομα ἔχει Ἀπολλύων.

12  οὐαὶ μία ἀπῆλθεν· ἰδοὺ ἔρχεται ἔτι δύο οὐαὶ μετὰ ταῦτα.

13 Καὶ ἕκτος ἄγγελος ἐσάλπισεν· καὶ ἤκουσα φωνὴν μίαν ἐκ
 τῶν = WH Treg NIV: || τῶν τεσσάρων = RP NA
τῶν κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ θεοῦ,
14 
 λέγοντα = WH Treg NA/NIV: || λέγουσαν = RP
λέγοντα τῷ ἕκτῳ ἀγγέλῳ, ἔχων τὴν σάλπιγγα· Λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ.
15 καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν
 καὶ = WH Treg NA/NIV: || καὶ εἰς τὴν = RP
καὶ ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν, ἵνα ἀποκτείνωσιν τὸ τρίτον τῶν ἀνθρώπων.
16 καὶ ἀριθμὸς τῶν στρατευμάτων τοῦ
 ἱππικοῦ = WH Treg NA/NIV: || ἵππου = RP
ἱππικοῦ
 δισμυριάδες = WH NA/NIV: || δύο μυριάδες = Treg; || μυριάδες = RP
δισμυριάδες μυριάδων· ἤκουσα τὸν ἀριθμὸν αὐτῶν.
17 καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὁράσει καὶ τοὺς καθημένους ἐπ᾽ αὐτῶν, ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις· καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων, καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς καὶ θεῖον. 18 ἀπὸ τῶν τριῶν πληγῶν τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων,
 ἐκ = WH Treg NA/NIV: || ἀπὸ = RP
ἐκ τοῦ πυρὸς καὶ τοῦ καπνοῦ καὶ τοῦ θείου τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν.
19  γὰρ ἐξουσία τῶν ἵππων ἐν τῷ στόματι αὐτῶν ἐστιν καὶ ἐν ταῖς οὐραῖς αὐτῶν· αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι
 ὄφεσιν = WH Treg NA/NIV: || ὄφεων = RP
ὄφεσιν, ἔχουσαι κεφαλάς, καὶ ἐν αὐταῖς ἀδικοῦσιν.

20 Καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων, οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις,
 οὐδὲ = NA/NIV: || οὐ = WH RP; || οὔτε = Treg
οὐδὲ μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν, ἵνα μὴ
 προσκυνήσουσιν = WH Treg NA/NIV: || προσκυνήσωσιν = RP
προσκυνήσουσιν τὰ δαιμόνια καὶ τὰ εἴδωλα τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα, οὔτε βλέπειν
 δύνανται = WH Treg NA/NIV: || δύναται = RP
δύνανται οὔτε ἀκούειν οὔτε περιπατεῖν,
21 καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν οὔτε ἐκ τῶν
 φαρμάκων = WH NA/NIV: || φαρμακειῶν = Treg RP
φαρμάκων αὐτῶν οὔτε ἐκ τῆς πορνείας αὐτῶν οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν.

Copyright information for SBLG