Romans 2

1Διὸ ἀναπολόγητος εἶ, ἄνθρωπε πᾶς κρίνων· ἐν γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις, τὰ γὰρ αὐτὰ πράσσεις κρίνων· 2οἴδαμεν δὲ ὅτι τὸ κρίμα τοῦ θεοῦ ἐστιν κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας. 3λογίζῃ δὲ τοῦτο, ἄνθρωπε κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας καὶ ποιῶν αὐτά, ὅτι σὺ ἐκφεύξῃ τὸ κρίμα τοῦ θεοῦ; 4 τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει; 5κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ
 ἀποκαλύψεως = WH Treg NA/NIV: || ἀποκαλύψεως καὶ = RP
ἀποκαλύψεως δικαιοκρισίας τοῦ θεοῦ,
6ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· 7τοῖς μὲν καθ᾽ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσιν ζωὴν αἰώνιον· 8τοῖς δὲ ἐξ ἐριθείας καὶ
 ἀπειθοῦσι = WH Treg NA/NIV: || ἀπειθοῦσι μὲν = RP
ἀπειθοῦσι τῇ ἀληθείᾳ πειθομένοις δὲ τῇ ἀδικίᾳ
 ὀργὴ καὶ θυμός = WH Treg NA/NIV: || θυμὸς καὶ ὀργή = RP
ὀργὴ καὶ θυμός ⸃,
9θλῖψις καὶ στενοχωρία, ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος· 10δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι· 11οὐ γάρ ἐστιν προσωπολημψία παρὰ τῷ θεῷ.

12Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται· 13οὐ γὰρ οἱ ἀκροαταὶ
 νόμου = WH Treg NA/NIV: || τοῦ νόμου = RP
νόμου δίκαιοι παρὰ
 τῷ = WH NA/NIV RP: || [omit] = Treg
τῷ θεῷ, ἀλλ᾽ οἱ ποιηταὶ
 νόμου = WH Treg NA/NIV: || τοῦ νόμου = RP
νόμου δικαιωθήσονται.
14ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου
 ποιῶσιν = WH Treg NA/NIV: || ποιῇ = RP
ποιῶσιν, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσιν νόμος·
15οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων καὶ ἀπολογουμένων, 16ἐν
 ἡμέρᾳ ὅτε = Treg NA/NIV RP: || ᾗ ἡμέρᾳ = WH
ἡμέρᾳ ὅτε ⸃
 κρίνει = WH NA/NIV: || κρινεῖ = Treg RP
κρίνει θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ
 Χριστοῦ Ἰησοῦ = WH NA: || Ἰησοῦ Χριστοῦ = Treg NIV RP
Χριστοῦ Ἰησοῦ ⸃.

17
 Εἰ δὲ = WH Treg NA/NIV: || Ἴδε = RP
Εἰ δὲ ⸃ σὺ Ἰουδαῖος ἐπονομάζῃ καὶ ἐπαναπαύῃ
 νόμῳ = WH Treg NA/NIV: || τῷ νόμῳ = RP
νόμῳ καὶ καυχᾶσαι ἐν θεῷ
18καὶ γινώσκεις τὸ θέλημα καὶ δοκιμάζεις τὰ διαφέροντα κατηχούμενος ἐκ τοῦ νόμου, 19πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, 20παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ— 21 οὖν διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις; κηρύσσων μὴ κλέπτειν κλέπτεις; 22 λέγων μὴ μοιχεύειν μοιχεύεις; βδελυσσόμενος τὰ εἴδωλα ἱεροσυλεῖς; 23ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζεις; 24τὸ γὰρ ὄνομα τοῦ θεοῦ δι᾽ ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν, καθὼς γέγραπται.

25Περιτομὴ μὲν γὰρ ὠφελεῖ ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, περιτομή σου ἀκροβυστία γέγονεν. 26ἐὰν οὖν ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ,
 οὐχ = WH Treg NA/NIV: || οὐχὶ = RP
οὐχ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται;
27καὶ κρινεῖ ἐκ φύσεως ἀκροβυστία τὸν νόμον τελοῦσα σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου. 28οὐ γὰρ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή· 29ἀλλ᾽ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι οὐ γράμματι, οὗ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλ᾽ ἐκ τοῦ θεοῦ.

Copyright information for SBLG