1 Thessalonians 5

περι δε των χρονων και των καιρων αδελφοι ου χρειαν εχετε υμιν γραφεσθαι αυτοι γαρ ακριβως οιδατε οτι η ημερα κυριου ως κλεπτης εν νυκτι ουτως ερχεται οταν γαρ λεγωσιν ειρηνη και ασφαλεια τοτε αιφνιδιος αυτοις εφισταται ολεθρος ωσπερ η ωδιν τη εν γαστρι εχουση και ου μη εκφυγωσιν υμεις δε αδελφοι ουκ εστε εν σκοτει ινα η ημερα υμας ως κλεπτης καταλαβη παντες υμεις υιοι φωτος εστε και υιοι ημερας ουκ εσμεν νυκτος ουδε σκοτους αρα ουν μη καθευδωμεν ως και οι λοιποι αλλα γρηγορωμεν και νηφωμεν οι γαρ καθευδοντες νυκτος καθευδουσιν και οι μεθυσκομενοι νυκτος μεθυουσιν ημεις δε ημερας οντες νηφωμεν ενδυσαμενοι θωρακα πιστεως και αγαπης και περικεφαλαιαν ελπιδα σωτηριας οτι ουκ εθετο ημας ο θεος εις οργην αλλ εις περιποιησιν σωτηριας δια του κυριου ημων ιησου χριστου 10 του αποθανοντος υπερ ημων ινα ειτε γρηγορωμεν ειτε καθευδωμεν αμα συν αυτω ζησωμεν 11 διο παρακαλειτε αλληλους και οικοδομειτε εις τον ενα καθως και ποιειτε 12 ερωτωμεν δε υμας αδελφοι ειδεναι τους κοπιωντας εν υμιν και προισταμενους υμων εν κυριω και νουθετουντας υμας 13 και ηγεισθαι αυτους υπερ εκπερισσου vaεν αγαπη δια το εργον αυτων ειρηνευετε εν εαυτοις 14 παρακαλουμεν δε υμας αδελφοι νουθετειτε τους ατακτους παραμυθεισθε τους ολιγοψυχους αντεχεσθε των ασθενων μακροθυμειτε προς παντας 15 ορατε μη τις κακον αντι κακου τινι αποδω αλλα παντοτε το αγαθον διωκετε και εις αλληλους και εις παντας 16 παντοτε χαιρετε 17 αδιαλειπτως προσευχεσθε 18 εν παντι ευχαριστειτε τουτο γαρ θελημα θεου εν χριστω ιησου εις υμας 19 το πνευμα μη σβεννυτε 20 προφητειας μη εξουθενειτε 21 παντα δοκιμαζετε το καλον κατεχετε 22 απο παντος ειδους πονηρου απεχεσθε 23 αυτος δε ο θεος της ειρηνης αγιασαι υμας ολοτελεις και ολοκληρον υμων το πνευμα και η ψυχη και το σωμα αμεμπτως εν τη παρουσια του κυριου ημων ιησου χριστου τηρηθειη 24 πιστος ο καλων υμας ος και ποιησει 25 αδελφοι προσευχεσθε περι ημων 26 ασπασασθε τους αδελφους παντας εν φιληματι αγιω 27 ορκιζω υμας τον κυριον αναγνωσθηναι την επιστολην πασιν τοις αγιοις αδελφοις 28 η χαρις του κυριου ημων ιησου χριστου μεθ υμων αμην [προς θεσσαλονικεις πρωτη εγραφη απο αθηνων] va
Copyright information for TR