2 Thessalonians 3

το λοιπον προσευχεσθε αδελφοι περι ημων ινα ο λογος του κυριου τρεχη και δοξαζηται καθως και προς υμας και ινα ρυσθωμεν απο των ατοπων και πονηρων ανθρωπων ου γαρ παντων η πιστις πιστος δε εστιν ο κυριος ος στηριξει υμας και φυλαξει απο του πονηρου πεποιθαμεν δε εν κυριω εφ υμας οτι α παραγγελλομεν υμιν και ποιειτε και ποιησετε ο δε κυριος κατευθυναι υμων τας καρδιας εις την αγαπην του θεου και εις υπομονην vaτου χριστου παραγγελλομεν δε υμιν αδελφοι εν ονοματι του κυριου ημων ιησου χριστου στελλεσθαι υμας απο παντος αδελφου ατακτως περιπατουντος και μη κατα την παραδοσιν ην παρελαβεν παρ ημων αυτοι γαρ οιδατε πως δει μιμεισθαι ημας οτι ουκ ητακτησαμεν εν υμιν ουδε δωρεαν αρτον εφαγομεν παρα τινος αλλ εν κοπω και μοχθω νυκτα και ημεραν εργαζομενοι προς το μη επιβαρησαι τινα υμων ουχ οτι ουκ εχομεν εξουσιαν αλλ ινα εαυτους τυπον δωμεν υμιν εις το μιμεισθαι ημας 10 και γαρ οτε ημεν προς υμας τουτο παρηγγελλομεν υμιν οτι ει τις ου θελει εργαζεσθαι μηδε εσθιετω 11 ακουομεν γαρ τινας περιπατουντας εν υμιν ατακτως μηδεν εργαζομενους αλλα περιεργαζομενους 12 τοις δε τοιουτοις παραγγελλομεν και παρακαλουμεν δια του κυριου ημων ιησου χριστου ινα μετα ησυχιας εργαζομενοι τον εαυτων αρτον εσθιωσιν 13 υμεις δε αδελφοι μη εκκακησητε καλοποιουντες 14 ει δε τις ουχ υπακουει τω λογω ημων δια της επιστολης τουτον σημειουσθε και μη συναναμιγνυσθε αυτω ινα εντραπη 15 και μη ως εχθρον ηγεισθε αλλα νουθετειτε ως αδελφον 16 αυτος δε ο κυριος της ειρηνης δωη υμιν την ειρηνην δια παντος εν παντι τροπω ο κυριος μετα παντων υμων 17 ο ασπασμος τη εμη χειρι παυλου ο εστιν σημειον εν παση επιστολη ουτως γραφω 18 η χαρις του κυριου ημων ιησου χριστου μετα παντων υμων αμην [προς θεσσαλονικεις δευτερα εγραφη απο αθηνων] va
Copyright information for TR