1 Peter 3

ομοιως γυναικες υποτασσομεναι τοις ιδιοις ανδρασιν ινα και ει τινες απειθουσιν τω λογω δια της των γυναικων αναστροφης ανευ λογου κερδηθησονται εποπτευσαντες την εν φοβω αγνην αναστροφην υμων ων εστω ουχ ο εξωθεν εμπλοκης τριχων και περιθεσεως χρυσιων η ενδυσεως ιματιων κοσμος αλλ ο κρυπτος της καρδιας ανθρωπος εν τω αφθαρτω του πραεως και ησυχιου πνευματος ο εστιν ενωπιον του θεου πολυτελες ουτως γαρ ποτε και αι αγιαι γυναικες αι ελπιζουσαι εις θεον εκοσμουν εαυτας υποτασσομεναι τοις ιδιοις ανδρασιν ως σαρρα υπηκουσεν τω αβρααμ κυριον αυτον καλουσα ης εγενηθητε τεκνα αγαθοποιουσαι και μη φοβουμεναι μηδεμιαν πτοησιν οι ανδρες ομοιως συνοικουντες κατα γνωσιν ως ασθενεστερω σκευει τω γυναικειω απονεμοντες τιμην ως και συνκληρονομοις χαριτος ζωης εις το μη ενκοπτεσθαι τας προσευχας υμων το δε τελος παντες ομοφρονες συμπαθεις φιλαδελφοι ευσπλαγχνοι ταπεινοφρονες μη αποδιδοντες κακον αντι κακου η λοιδοριαν αντι λοιδοριας τουναντιον δε ευλογουντες οτι εις τουτο εκληθητε ινα ευλογιαν κληρονομησητε 10 ο γαρ θελων ζωην αγαπαν και ιδειν ημερας αγαθας παυσατω την γλωσσαν απο κακου και χειλη του μη λαλησαι δολον 11 εκκλινατω δε απο κακου και ποιησατω αγαθον ζητησατω ειρηνην και διωξατω αυτην 12 οτι οφθαλμοι κυριου επι δικαιους και ωτα αυτου εις δεησιν αυτων προσωπον δε κυριου επι ποιουντας κακα 13 και τις ο κακωσων υμας εαν του αγαθου ζηλωται γενησθε 14 αλλ ει και πασχοιτε δια δικαιοσυνην μακαριοι τον δε φοβον αυτων μη φοβηθητε μηδε ταραχθητε 15 κυριον δε τον χριστον αγιασατε εν ταις καρδιαις υμων ετοιμοι αει προς απολογιαν παντι τω αιτουντι υμας λογον περι της εν υμιν ελπιδος αλλα μετα πραυτητος και φοβου 16 συνειδησιν εχοντες αγαθην ινα εν ω καταλαλεισθε καταισχυνθωσιν οι επηρεαζοντες υμων την αγαθην εν χριστω αναστροφην 17 κρειττον γαρ αγαθοποιουντας ει θελοι το θελημα του θεου πασχειν η κακοποιουντας 18 οτι και χριστος απαξ περι αμαρτιων απεθανεν δικαιος υπερ αδικων ινα υμας προσαγαγη τω θεω θανατωθεις μεν σαρκι ζωοποιηθεις δε πνευματι 19 εν ω και τοις εν φυλακη πνευμασιν πορευθεις εκηρυξεν 20 απειθησασιν ποτε οτε απεξεδεχετο η του θεου μακροθυμια εν ημεραις νωε κατασκευαζομενης κιβωτου εις ην ολιγοι τουτ εστιν οκτω ψυχαι διεσωθησαν δι υδατος 21 ο και υμας αντιτυπον νυν σωζει βαπτισμα ου σαρκος αποθεσις ρυπου αλλα συνειδησεως αγαθης επερωτημα εις θεον δι αναστασεως ιησου χριστου 22 ος εστιν εν δεξια θεου πορευθεις εις ουρανον υποταγεντων αυτω αγγελων και εξουσιων και δυναμεων
Copyright information for Tisch