1 Peter 5

πρεσβυτερους ουν τους εν υμιν παρακαλω ο συμπρεσβυτερος και μαρτυς των του χριστου παθηματων ο και της μελλουσης αποκαλυπτεσθαι δοξης κοινωνος ποιμανατε το εν υμιν ποιμνιον του θεου μη αναγκαστως αλλα εκουσιως κατα θεον μηδε αισχροκερδως αλλα προθυμως μηδ ως κατακυριευοντες των κληρων αλλα τυποι γινομενοι του ποιμνιου και φανερωθεντος του αρχιποιμενος κομιεισθε τον αμαραντινον της δοξης στεφανον ομοιως νεωτεροι υποταγητε πρεσβυτεροις παντες δε αλληλοις την ταπεινοφροσυνην εγκομβωσασθε οτι ο θεος υπερηφανοις αντιτασσεται ταπεινοις δε διδωσιν χαριν ταπεινωθητε ουν υπο την κραταιαν χειραν του θεου ινα υμας υψωση εν καιρω πασαν την μεριμναν υμων επιριψαντες επ αυτον οτι αυτω μελει περι υμων νηψατε γρηγορησατε ο αντιδικος υμων διαβολος ως λεων ωρυομενος περιπατει ζητων καταπιειν ω αντιστητε στερεοι τη πιστει ειδοτες τα αυτα των παθηματων τη εν τω κοσμω υμων αδελφοτητι επιτελεισθαι 10 ο δε θεος πασης χαριτος ο καλεσας υμας εις την αιωνιον αυτου δοξαν εν χριστω ολιγον παθοντας αυτος καταρτισει στηριξει σθενωσει θεμελιωσει 11 αυτω το κρατος εις τους αιωνας των αιωνων αμην 12 δια σιλουανου υμιν του πιστου αδελφου ως λογιζομαι δι ολιγων εγραψα παρακαλων και επιμαρτυρων ταυτην ειναι αληθη χαριν του θεου εις ην στητε 13 ασπαζεται υμας η εν βαβυλωνι συνεκλεκτη και μαρκος ο υιος μου 14 ασπασασθε αλληλους εν φιληματι αγαπης ειρηνη υμιν πασιν τοις εν χριστω
Copyright information for Tisch