Acts 11

ηκουσαν δε οι αποστολοι και οι αδελφοι οι οντες κατα την ιουδαιαν οτι και τα εθνη εδεξαντο τον λογον του θεου οτε δε ανεβη πετρος εις ιερουσαλημ διεκρινοντο προς αυτον οι εκ περιτομης λεγοντες οτι εισηλθες προς ανδρας ακροβυστιαν εχοντας και συνεφαγες αυτοις αρξαμενος δε πετρος εξετιθετο αυτοις καθεξης λεγων εγω ημην εν πολει ιοππη προσευχομενος και ειδον εν εκστασει οραμα καταβαινον σκευος τι ως οθονην μεγαλην τεσσαρσιν αρχαις καθιεμενην εκ του ουρανου και ηλθεν αχρι εμου εις ην ατενισας κατενοουν και ειδον τα τετραποδα της γης και τα θηρια και τα ερπετα και τα πετεινα του ουρανου ηκουσα δε και φωνης λεγουσης μοι αναστας πετρε θυσον και φαγε ειπον δε μηδαμως κυριε οτι κοινον η ακαθαρτον ουδεποτε εισηλθεν εις το στομα μου απεκριθη δε φωνη εκ δευτερου εκ του ουρανου α ο θεος εκαθαρισεν συ μη κοινου 10 τουτο δε εγενετο επι τρις και ανεσπασθη παλιν απαντα εις τον ουρανον 11 και ιδου εξαυτης τρεις ανδρες επεστησαν επι την οικιαν εν η ημεν απεσταλμενοι απο καισαριας προς με 12 ειπεν δε το πνευμα μοι συνελθειν αυτοις μηδεν διακριναντα ηλθον δε συν εμοι και οι εξ αδελφοι ουτοι και εισηλθομεν εις τον οικον του ανδρος 13 απηγγειλεν δε ημιν πως ειδεν τον αγγελον εν τω οικω αυτου σταθεντα και ειποντα αποστειλον εις ιοππην και μεταπεμψαι σιμωνα τον επικαλουμενον πετρον 14 ος λαλησει ρηματα προς σε εν οις σωθηση συ και πας ο οικος σου 15 εν δε τω αρξασθαι με λαλειν επεπεσεν το πνευμα το αγιον επ αυτους ωσπερ και εφ ημας εν αρχη 16 εμνησθην δε του ρηματος του κυριου ως ελεγεν ιωαννης μεν εβαπτισεν υδατι υμεις δε βαπτισθησεσθε εν πνευματι αγιω 17 ει ουν την ισην δωρεαν εδωκεν αυτοις ο θεος ως και ημιν πιστευσασιν επι τον κυριον ιησουν χριστον εγω τις ημην δυνατος κωλυσαι τον θεον 18 ακουσαντες δε ταυτα ησυχασαν και εδοξασαν τον θεον λεγοντες αρα και τοις εθνεσιν ο θεος την μετανοιαν εις ζωην εδωκεν 19 οι μεν ουν διασπαρεντες απο της θλιψεως της γενομενης επι στεφανω διηλθον εως φοινικης και κυπρου και αντιοχειας μηδενι λαλουντες τον λογον ει μη μονον ιουδαιοις 20 ησαν δε τινες εξ αυτων ανδρες κυπριοι και κυρηναιοι οιτινες ελθοντες εις αντιοχειαν ελαλουν και προς τους ελληνας ευαγγελιζομενοι τον κυριον ιησουν 21 και ην χειρ κυριου μετ αυτων πολυς τε αριθμος ο πιστευσας επεστρεψεν επι τον κυριον 22 ηκουσθη δε ο λογος εις τα ωτα της εκκλησιας της ουσης εν ιερουσαλημ περι αυτων και εξαπεστειλαν βαρναβαν εως αντιοχειας 23 ος παραγενομενος και ιδων την χαριν την του θεου εχαρη και παρεκαλει παντας τη προθεσει της καρδιας προσμενειν τω κυριω 24 οτι ην ανηρ αγαθος και πληρης πνευματος αγιου και πιστεως και προσετεθη οχλος ικανος τω κυριω 25 εξηλθεν δε εις ταρσον αναζητησαι σαυλον και ευρων ηγαγεν εις αντιοχειαν 26 εγενετο δε αυτοις και ενιαυτον ολον συναχθηναι εν τη εκκλησια και διδαξαι οχλον ικανον χρηματισαι τε πρωτως εν αντιοχεια τους μαθητας χριστιανους 27 εν ταυταις δε ταις ημεραις κατηλθον απο ιεροσολυμων προφηται εις αντιοχειαν 28 αναστας δε εις εξ αυτων ονοματι αγαβος εσημανεν δια του πνευματος λιμον μεγαλην μελλειν εσεσθαι εφ ολην την οικουμενην ητις εγενετο επι κλαυδιου 29 των δε μαθητων καθως ευπορειτο τις ωρισαν εκαστος αυτων εις διακονιαν πεμψαι τοις κατοικουσιν εν τη ιουδαια αδελφοις 30 ο και εποιησαν αποστειλαντες προς τους πρεσβυτερους δια χειρος βαρναβα και σαυλου
Copyright information for Tisch