John 10

αμην αμην λεγω υμιν ο μη εισερχομενος δια της θυρας εις την αυλην των προβατων αλλα αναβαινων αλλαχοθεν εκεινος κλεπτης εστιν και ληστης ο δε εισερχομενος δια της θυρας ποιμην εστιν των προβατων τουτω ο θυρωρος ανοιγει και τα προβατα της φωνης αυτου ακουει και τα ιδια προβατα φωνει κατ ονομα και εξαγει αυτα οταν τα ιδια παντα εκβαλη εμπροσθεν αυτων πορευεται και τα προβατα αυτω ακολουθει οτι οιδασιν την φωνην αυτου αλλοτριω δε ου μη ακολουθησουσιν αλλα φευξονται απ αυτου οτι ουκ οιδασιν των αλλοτριων την φωνην ταυτην την παροιμιαν ειπεν αυτοις ο ιησους εκεινοι δε ουκ εγνωσαν τινα ην α ελαλει αυτοις ειπεν ουν ο ιησους αμην αμην λεγω υμιν οτι εγω ειμι η θυρα των προβατων παντες οσοι ηλθον κλεπται εισιν και λησται αλλ ουκ ηκουσαν αυτων τα προβατα εγω ειμι η θυρα δι εμου εαν τις εισελθη σωθησεται και εισελευσεται και εξελευσεται και νομην ευρησει 10 ο κλεπτης ουκ ερχεται ει μη ινα κλεψη και θυση και απολεση εγω ηλθον ινα ζωην εχωσιν και περισσον εχωσιν 11 εγω ειμι ο ποιμην ο καλος ο ποιμην ο καλος την ψυχην αυτου τιθησιν υπερ των προβατων 12 ο μισθωτος και ουκ ων ποιμην ου ουκ εστιν τα προβατα ιδια θεωρει τον λυκον ερχομενον και αφιησιν τα προβατα και φευγει και ο λυκος αρπαζει αυτα και σκορπιζει 13 οτι μισθωτος εστιν και ου μελει αυτω περι των προβατων 14 εγω ειμι ο ποιμην ο καλος και γινωσκω τα εμα και γινωσκουσι με τα εμα 15 καθως γινωσκει με ο πατηρ καγω γινωσκω τον πατερα και την ψυχην μου τιθημι υπερ των προβατων 16 και αλλα προβατα εχω α ουκ εστιν εκ της αυλης ταυτης κακεινα δει με αγαγειν και της φωνης μου ακουσουσιν και γενησεται μια ποιμνη εις ποιμην 17 δια τουτο με ο πατηρ αγαπα οτι εγω τιθημι την ψυχην μου ινα παλιν λαβω αυτην 18 ουδεις αιρει αυτην απ εμου αλλ εγω τιθημι αυτην απ εμαυτου εξουσιαν εχω θειναι αυτην και εξουσιαν εχω παλιν λαβειν αυτην ταυτην την εντολην ελαβον παρα του πατρος μου 19 σχισμα παλιν εγενετο εν τοις ιουδαιοις δια τους λογους τουτους 20 ελεγον ουν πολλοι εξ αυτων δαιμονιον εχει και μαινεται τι αυτου ακουετε 21 αλλοι ελεγον ταυτα τα ρηματα ουκ εστιν δαιμονιζομενου μη δαιμονιον δυναται τυφλων οφθαλμους ανοιξαι 22 εγενετο δε τα ενκαινια εν τοις ιεροσολυμοις χειμων ην 23 και περιεπατει ο ιησους εν τω ιερω εν τη στοα του σολομωνος 24 εκυκλωσαν ουν αυτον οι ιουδαιοι και ελεγον αυτω εως ποτε την ψυχην ημων αιρεις ει συ ει ο χριστος ειπον ημιν παρρησια 25 απεκριθη ο ιησους ειπον υμιν και ου πιστευετε τα εργα α εγω ποιω εν τω ονοματι του πατρος μου ταυτα μαρτυρει περι εμου 26 αλλα υμεις ου πιστευετε οτι ουκ εστε εκ των προβατων των εμων 27 τα προβατα τα εμα της φωνης μου ακουουσιν καγω γινωσκω αυτα και ακολουθουσιν μοι 28 καγω διδωμι αυτοις ζωην αιωνιον και ου μη απολωνται εις τον αιωνα και ουχ αρπασει τις αυτα εκ της χειρος μου 29 ο πατηρ ο δεδωκεν μοι παντων μειζον εστιν και ουδεις δυναται αρπαζειν εκ της χειρος του πατρος 30 εγω και ο πατηρ εν εσμεν 31 εβαστασαν παλιν λιθους οι ιουδαιοι ινα λιθασωσιν αυτον 32 απεκριθη αυτοις ο ιησους πολλα εργα καλα εδειξα υμιν εκ του πατρος δια ποιον αυτων εργον εμε λιθαζετε 33 απεκριθησαν αυτω οι ιουδαιοι περι καλου εργου ου λιθαζομεν σε αλλα περι βλασφημιας και οτι συ ανθρωπος ων ποιεις σεαυτον θεον 34 απεκριθη αυτοις ο ιησους ουκ εστιν γεγραμμενον εν τω νομω υμων οτι εγω ειπα θεοι εστε 35 ει εκεινους ειπεν θεους προς ους ο λογος εγενετο του θεου και ου δυναται λυθηναι η γραφη 36 ον ο πατηρ ηγιασεν και απεστειλεν εις τον κοσμον υμεις λεγετε οτι βλασφημεις οτι ειπον υιος θεου ειμι 37 ει ου ποιω τα εργα του πατρος μου μη πιστευετε μοι 38 ει δε ποιω καν εμοι μη πιστευητε τοις εργοις πιστευετε ινα γνωτε και γινωσκητε οτι εν εμοι ο πατηρ καγω εν τω πατρι 39 εζητουν ουν αυτον πιασαι και εξηλθεν εκ της χειρος αυτων 40 και απηλθεν παλιν περαν του ιορδανου εις τον τοπον οπου ην ιωαννης το πρωτον βαπτιζων και εμεινεν εκει 41 και πολλοι ηλθον προς αυτον και ελεγον οτι ιωαννης μεν σημειον εποιησεν ουδεν παντα δε οσα ειπεν ιωαννης περι τουτου αληθη ην 42 και πολλοι επιστευσαν εις αυτον εκει
Copyright information for Tisch