Luke 15

ησαν δε αυτω εγγιζοντες παντες οι τελωναι και οι αμαρτωλοι ακουειν αυτου και διεγογγυζον οι τε φαρισαιοι και οι γραμματεις λεγοντες οτι ουτος αμαρτωλους προσδεχεται και συνεσθιει αυτοις ειπεν δε προς αυτους την παραβολην ταυτην λεγων τις ανθρωπος εξ υμων εχων εκατον προβατα και απολεσας εξ αυτων εν ου καταλειπει τα ενενηκοντα εννεα εν τη ερημω και πορευεται επι το απολωλος εως ευρη αυτο και ευρων επιτιθησιν επι τους ωμους αυτου χαιρων και ελθων εις τον οικον συνκαλει τους φιλους και τους γειτονας λεγων αυτοις συγχαρητε μοι οτι ευρον το προβατον μου το απολωλος λεγω υμιν οτι ουτως χαρα εν τω ουρανω εσται επι ενι αμαρτωλω μετανοουντι η επι ενενηκοντα εννεα δικαιοις οιτινες ου χρειαν εχουσιν μετανοιας η τις γυνη δραχμας εχουσα δεκα εαν απολεση δραχμην μιαν ουχι απτει λυχνον και σαροι την οικιαν και ζητει επιμελως εως οτου ευρη και ευρουσα συνκαλει τας φιλας και γειτονας λεγουσα συγχαρητε μοι οτι ευρον την δραχμην ην απωλεσα 10 ουτως λεγω υμιν γινεται χαρα ενωπιον των αγγελων του θεου επι ενι αμαρτωλω μετανοουντι 11 ειπεν δε ανθρωπος τις ειχεν δυο υιους 12 και ειπεν ο νεωτερος αυτων τω πατρι πατερ δος μοι το επιβαλλον μερος της ουσιας και διειλεν αυτοις τον βιον 13 και μετ ου πολλας ημερας συναγαγων απαντα ο νεωτερος υιος απεδημησεν εις χωραν μακραν και εκει διεσκορπισεν την ουσιαν αυτου ζων ασωτως 14 δαπανησαντος δε αυτου παντα εγενετο λιμος ισχυρα κατα την χωραν εκεινην και αυτος ηρξατο υστερεισθαι 15 και πορευθεις εκολληθη ενι των πολιτων της χωρας εκεινης και επεμψεν αυτον εις τους αγρους αυτου βοσκειν χοιρους 16 και επεθυμει γεμισαι την κοιλαν αυτο απο των κερατιων ων ησθιον οι χοιροι και ουδεις εδιδου αυτω 17 εις εαυτον δε ελθων εφη ποσοι μισθιοι του πατρος μου περισσευουσιν αρτων εγω δε λιμω ωδε απολλυμαι 18 αναστας πορευσομαι προς τον πατερα μου και ερω αυτω πατερ ημαρτον εις τον ουρανον και ενωπιον σου 19 ουκετι ειμι αξιος κληθηναι υιος σου ποιησον με ως ενα των μισθιων σου 20 και αναστας ηλθεν προς τον πατερα αυτου ετι δε αυτου μακραν απεχοντος ειδεν αυτον ο πατηρ αυτου και εσπλαγχνισθη και δραμων επεπεσεν επι τον τραχηλον αυτου και κατεφιλησεν αυτον 21 ειπεν δε αυτω ο υιος πατερ ημαρτον εις τον ουρανον και ενωπιον σου ουκετι ειμι αξιος κληθηναι υιος σου 22 ειπεν δε ο πατηρ προς τους δουλους αυτου εξενεγκατε στολην την πρωτην και ενδυσατε αυτον και δοτε δακτυλιον εις την χειρα αυτου και υποδηματα εις τους ποδας 23 και φερετε τον μοσχον τον σιτευτον θυσατε και φαγοντες ευφρανθωμεν 24 οτι ουτος ο υιος μου νεκρος ην και ανεζησεν ην απολωλως και ευρεθη και ηρξαντο ευφραινεσθαι 25 ην δε ο υιος αυτου ο πρεσβυτερος εν αγρω και ως ερχομενος ηγγισεν τη οικια ηκουσεν συμφωνιας και χορων 26 και προσκαλεσαμενος ενα των παιδων επυνθανετο τι ειη ταυτα 27 ο δε ειπεν αυτω οτι ο αδελφος σου ηκει και εθυσεν ο πατηρ σου τον μοσχον τον σιτευτον οτι υγιαινοντα αυτον απελαβεν 28 ωργισθη δε και ουκ ηθελεν εισελθειν ο δε πατηρ αυτου εξελθων παρεκαλει αυτον 29 ο δε αποκριθεις ειπεν τω πατρι ιδου τοσαυτα ετη δουλευω σοι και ουδεποτε εντολην σου παρηλθον και εμοι ουδεποτε εδωκας εριφον ινα μετα των φιλων μου ευφρανθω 30 οτε δε ο υιος σου ουτος ο καταφαγων σου τον βιον μετα πορνων ηλθεν εθυσας αυτω τον σιτευτον μοσχον 31 ο δε ειπεν αυτω τεκνον συ παντοτε μετ εμου ει και παντα τα εμα σα εστιν 32 ευφρανθηναι δε και χαρηναι εδει οτι ο αδελφος σου ουτος νεκρος ην και εζησεν και απολωλως και ευρεθη
Copyright information for Tisch