Luke 17

ειπεν δε προς τους μαθητας αυτου ανενδεκτον εστιν του τα σκανδαλα μη ελθειν ουαι δε δι ου ερχεται λυσιτελει αυτω ει λιθος μυλικος περικειται περι τον τραχηλον αυτου και ερριπται εις την θαλασσαν η ινα σκανδαλιση των μικρων τουτων ενα προσεχετε εαυτοις εαν αμαρτη ο αδελφος σου επιτιμησον αυτω και εαν μετανοηση αφες αυτω και εαν επτακις της ημερας αμαρτηση εις σε και επτακις επιστρεψη προς σε λεγων μετανοω αφησεις αυτω και ειπαν οι αποστολοι τω κυριω προσθες ημιν πιστιν ειπεν δε ο κυριος ει εχετε πιστιν ως κοκκον σιναπεως ελεγετε αν τη συκαμινω ταυτη εκριζωθητι και φυτευθητι εν τη θαλασση και υπηκουσεν αν υμιν τις δε εξ υμων δουλον εχων αροτριωντα η ποιμαινοντα ος εισελθοντι εκ του αγρου ερει αυτω ευθεως παρελθων αναπεσε αλλ ουχι ερει αυτω ετοιμασον τι δειπνησω και περιζωσαμενος διακονει μοι εως φαγω και πιω και μετα ταυτα φαγεσαι και πιεσαι συ μη εχει χαριν τω δουλω οτι εποιησεν τα διαταχθεντα 10 ουτως και υμεις οταν ποιησητε παντα τα διαταχθεντα υμιν λεγετε οτι δουλοι αχρειοι εσμεν ο ωφειλομεν ποιησαι πεποιηκαμεν 11 και εγενετο εν τω πορευεσθαι εις ιερουσαλημ και αυτος διηρχετο δια μεσον σαμαριας και γαλιλαιας 12 και εισερχομενου αυτου εις τινα κωμην υπηντησαν αυτω δεκα λεπροι ανδρες οι εστησαν πορρωθεν 13 και αυτοι ηραν φωνην λεγοντες ιησου επιστατα ελεησον ημας 14 και ιδων ειπεν αυτοις πορευθεντες επιδειξατε εαυτους τοις ιερευσιν και εγενετο εν τω υπαγειν αυτους εκαθαρισθησαν 15 εις δε εξ αυτων ιδων οτι ιαθη υπεστρεψεν μετα φωνης μεγαλης δοξαζων τον θεον 16 και επεσεν επι προσωπον παρα τους ποδας αυτου ευχαριστων αυτω και αυτος ην σαμαριτης 17 αποκριθεις δε ο ιησους ειπεν ουχι οι δεκα εκαθαρισθησαν οι εννεα που 18 ουχ ευρεθησαν υποστρεψαντες δουναι δοξαν τω θεω ει μη ο αλλογενης ουτος 19 και ειπεν αυτω αναστας πορευου η πιστις σου σεσωκεν σε 20 επερωτηθεις δε υπο των φαρισαιων ποτε ερχεται η βασιλεια του θεου απεκριθη αυτοις και ειπεν ουκ ερχεται η βασιλεια του θεου μετα παρατηρησεως 21 ουδε ερουσιν ιδου ωδε η εκει ιδου γαρ η βασιλεια του θεου εντος υμων εστιν 22 ειπεν δε προς τους μαθητας ελευσονται ημεραι οτε επιθυμησετε μιαν των ημερων του υιου του ανθρωπου ιδειν και ουκ οψεσθε 23 και ερουσιν υμιν ιδου εκει ιδου ωδε μη απελθητε μηδε διωξητε 24 ωσπερ γαρ η αστραπη αστραπτουσα εκ της υπο τον ουρανον εις την υπ ουρανον λαμπει ουτως εσται ο υιος του ανθρωπου εν τη ημερα αυτου 25 πρωτον δε δει αυτον πολλα παθειν και αποδοκιμασθηναι απο της γενεας ταυτης 26 και καθως εγενετο εν ταις ημεραις νωε ουτως εσται και εν ταις ημεραις του υιου του ανθρωπου 27 ησθιον επινον εγαμουν εγαμιζοντο αχρι ης ημερας εισηλθεν νωε εις την κιβωτον και ηλθεν ο κατακλυσμος και απωλεσεν απαντας 28 ομοιως καθως εγενετο εν ταις ημεραις λωτ ησθιον επινον ηγοραζον επωλουν εφυτευον ωκοδομουν 29 η δε ημερα εξηλθεν λωτ απο σοδομων εβρεξεν πυρ και θειον απ ουρανου και απωλεσεν απαντας 30 κατα τα αυτα εσται η ημερα ο υιος του ανθρωπου αποκαλυπτεται 31 εν εκεινη τη ημερα ος εσται επι του δωματος και τα σκευη αυτου εν τη οικια μη καταβατω αραι αυτα και ο εν αγρω ομοιως μη επιστρεψατω εις τα οπισω 32 μνημονευετε της γυναικος λωτ 33 ος εαν ζητηση την ψυχην αυτου περιποιησασθαι απολεσει αυτην και ος εαν απολεσει ζωογονησει αυτην 34 λεγω υμιν ταυτη τη νυκτι εσονται δυο επι κλινης μιας εις παραλημφθησεται και ο ετερος αφεθησεται 35 εσονται δυο αληθουσαι επι το αυτο η μια παραλημφθησεται η δε ετερα αφεθησεται 37 και αποκριθεντες λεγουσιν αυτω που κυριε ο δε ειπεν αυτοις οπου το σωμα εκει και οι αετοι επισυναχθησονται
Copyright information for Tisch