Matthew 19

και εγενετο οτε ετελεσεν ο ιησους τους λογους τουτους μετηρεν απο της γαλιλαιας και ηλθεν εις τα ορια της ιουδαιας περαν του ιορδανου και ηκολουθησαν αυτω οχλοι πολλοι και εθεραπευσεν αυτους εκει και προσηλθον αυτω οι φαρισαιοι πειραζοντες αυτον και λεγοντες ει εξεστιν απολυσαι την γυναικα αυτου κατα πασαν αιτιαν ο δε αποκριθεις ειπεν ουκ ανεγνωτε οτι ο ποισας απ αρχης αρσεν και θηλυ εποιησεν αυτους και ειπεν ενεκα τουτου καταλειψει ανθρωπος τον πατερα και την μητερα και κολληθησεται τη γυναικι αυτου και εσονται οι δυο εις σαρκα μιαν ωστε ουκετι εισιν δυο αλλα σαρξ μια ο ουν ο θεος συνεζευξεν ανθρωπος μη χωριζετω λεγουσιν αυτω τι ουν μωυσης ενετειλατο δουναι βιβλιον αποστασιου και απολυσαι λεγει αυτοις οτι μωυσης προς την σκληροκαρδιαν υμων επετρεψεν υμιν απολυσαι τας γυναικας υμων απ αρχης δε ου γεγονεν ουτως λεγω δε υμιν οτι ος αν απολυση την γυναικα αυτου μη επι πορνεια και γαμηση αλλην μοιχαται 10 λεγουσιν αυτω οι μαθηται ει ουτως εστιν η αιτια του ανθρωπου μετα της γυναικος ου συμφερει γαμησαι 11 ο δε ειπεν αυτοις ου παντες χωρουσιν τον λογον τουτον αλλ οις δεδοται 12 εισιν γαρ ευνουχοι οιτινες εκ κοιλιας μητρος εγεννηθησαν ουτως και εισιν ευνουχοι οιτινες ευνουχισθησαν υπο των ανθρωπων και εισιν ευνουχοι οιτινες ευνουχισαν εαυτους δια την βασιλειαν των ουρανων ο δυναμενος χωρειν χωρειτω 13 τοτε προσηνεχθησαν αυτω παιδια ινα τας χειρας επιθη αυτοις και προσευξηται οι δε μαθηται επετιμησαν αυτοις 14 ο δε ιησους ειπεν αυτοις αφετε τα παιδια και μη κωλυετε αυτα ελθειν προς εμε των γαρ τοιουτων εστιν η βασιλεια των ουρανων 15 και επιθεις τας χειρας αυτοις επορευθη εκειθεν 16 και ιδου εις προσελθων αυτω ειπεν διδασκαλε τι αγαθον ποιησω ινα σχω ζωην αιωνιον 17 ο δε ειπεν αυτω τι με ερωτας περι του αγαθου εις εστιν ο αγαθος ει δε θελεις εις την ζωην εισελθειν τηρησον τας εντολας 18 ποιας φησιν ο δε ιησους ειπεν το ου φονευσεις ου μοιχευσεις ου κλεψεις ου ψευδομαρτυρησεις 19 τιμα τον πατερα και την μητερα και αγαπησεις τον πλησιον σου ως σεαυτον 20 λεγει αυτω ο νεανισκος παντα ταυτα εφυλαξα τι ετι υστερω 21 εφη αυτω ο ιησους ει θελεις τελειος ειναι υπαγε πωλησον σου τα υπαρχοντα και δος πτωχοις και εξεις θησαυρον εν ουρανοις και δευρο ακολουθει μοι 22 ακουσας δε ο νεανισκος απηλθεν λυπουμενος ην γαρ εχων κτηματα πολλα 23 ο δε ιησους ειπεν τοις μαθηταις αυτου αμην λεγω υμιν οτι πλουσιος δυσκολως εισελευσεται εις την βασιλειαν των ουρανων 24 παλιν δε λεγω υμιν οτι ευκοπωτερον εστιν καμηλον δια τρυπηματος ραφιδος εισελθειν η πλουσιον εις την βασιλειαν των ουρανων 25 ακουσαντες δε οι μαθηται εξεπλησσοντο σφοδρα λεγοντες τις αρα δυναται σωθηναι 26 εμβλεψας δε ο ιησους ειπεν αυτοις παρα ανθρωποις τουτο αδυνατον εστιν παρα δε θεω δυνατα παντα 27 τοτε αποκριθεις ο πετρος ειπεν αυτω ιδου ημεις αφηκαμεν παντα και ηκολουθησαμεν σοι τι αρα εσται ημιν 28 ο δε ιησους ειπεν αυτοις αμην λεγω υμιν οτι υμεις οι ακολουθησαντες μοι εν τη παλινγενεσια οταν καθιση ο υιος του ανθρωπου επι θρονου δοξης αυτου καθισεσθε και αυτοι επι δωδεκα θρονους κρινοντες τας δωδεκα φυλας του ισραηλ 29 και πας οστις αφηκεν αδελφους η αδελφας η πατερα η μητερα η τεκνα η αγρους η οικιας ενεκα του εμου ονοματος πολλαπλασιονα λημψεται και ζωην αιωνιον κληρονομησει 30 πολλοι δε εσονται πρωτοι εσχατοι και εσχατοι πρωτοι
Copyright information for Tisch