Matthew 20

ομοια γαρ εστιν η βασιλεια των ουρανων ανθρωπω οικοδεσποτη οστις εξηλθεν αμα πρωι μισθωσασθαι εργατας εις τον αμπελωνα αυτου συμφωνησας δε μετα των εργατων εκ δηναριου την ημεραν απεστειλεν αυτους εις τον αμπελωνα αυτου και εξελθων περι τριτην ωραν ειδεν αλλους εστωτας εν τη αγορα αργους και εκεινοις ειπεν υπαγετε και υμεις εις τον αμπελωνα και ο εαν η δικαιον δωσω υμιν οι δε απηλθον παλιν δε εξελθων περι εκτην και ενατην ωραν εποιησεν ωσαυτως περι δε την ενδεκατην εξελθων ευρεν αλλους εστωτας και λεγει αυτοις τι ωδε εστηκατε ολην την ημεραν αργοι λεγουσιν αυτω οτι ουδεις ημας εμισθωσατο λεγει αυτοις υπαγετε και υμεις εις τον αμπελωνα οψιας δε γενομενης λεγει ο κυριος του αμπελωνος τω επιτροπω αυτου καλεσον τους εργατας και αποδος τον μισθον αρξαμενος απο των εσχατων εως των πρωτων και ελθοντες οι περι την ενδεκατην ωραν ελαβον ανα δηναριον 10 ελθοντες δε οι πρωτοι ενομισαν οτι πλειον λημψονται και ελαβον το ανα δηναριον και αυτοι 11 λαβοντες δε εγογγυζον κατα του οικοδεσποτου 12 λεγοντες ουτοι οι εσχατοι μιαν ωραν εποιησαν και ισους αυτους ημιν εποιησας τοις βαστασασι το βαρος της ημερας και τον καυσωνα 13 ο δε αποκριθεις ενι αυτων ειπεν εταιρε ουκ αδικω σε ουχι δηναριου συνεφωνησας μοι 14 αρον το σον και υπαγε θελω δε τουτω τω εσχατω δουναι ως και σοι 15 η ουκ εξεστιν μοι ο θελω ποιησαι εν τοις εμοις η ο οφθαλμος σου πονηρος εστιν οτι εγω αγαθος ειμι 16 ουτως εσονται οι εσχατοι πρωτοι και οι πρωτοι εσχατοι 17 και αναβαινων ο ιησους εις ιεροσολυμα παρελαβεν τους δωδεκα κατ ιδιαν και εν τη οδω ειπεν αυτοις 18 ιδου αναβαινομεν εις ιεροσολυμα και ο υιος του ανθρωπου παραδοθησεται τοις αρχιερευσιν και γραμματευσιν και κατακρινουσιν αυτον εις θανατον 19 και παραδωσουσιν αυτον τοις εθνεσιν εις το εμπαιξαι και μαστιγωσαι και σταυρωσαι και τη τριτη ημερα εγερθησεται 20 τοτε προσηλθεν αυτω η μητηρ των υιων ζεβεδαιου μετα των υιων αυτης προσκυνουσα και αιτουσα τι παρ αυτου 21 ο δε ειπεν αυτη τι θελεις λεγει αυτω ειπε ινα καθισωσιν ουτοι οι δυο υιοι μου εις εκ δεξιων και εις εξ ευωνυμων σου εν τη βασιλεια σου 22 αποκριθεις δε ο ιησους ειπεν ουκ οιδατε τι αιτεισθε δυνασθε πιειν το ποτηριον ο εγω μελλω πινειν λεγουσιν αυτω δυναμεθα 23 λεγει αυτοις το μεν ποτηριον μου πιεσθε το δε καθισαι εκ δεξιων μου και εξ ευωνυμων ουκ εστιν εμον τουτο δουναι αλλ οις ητοιμασται υπο του πατρος μου 24 ακουσαντες δε οι δεκα ηγανακτησαν περι των δυο αδελφων 25 ο δε ιησους προσκαλεσαμενος αυτους ειπεν οιδατε οτι οι αρχοντες των εθνων κατακυριευουσιν αυτων και οι μεγαλοι κατεξουσιαζουσιν αυτων 26 ουχ ουτως εσται εν υμιν αλλ ος εαν θελη εν υμιν μεγας γενεσθαι εσται υμων διακονος 27 και ος αν θελη εν υμιν ειναι πρωτος εσται υμων δουλος 28 ωσπερ ο υιος του ανθρωπου ουκ ηλθεν διακονηθηναι αλλα διακονησαι και δουναι την ψυχην αυτου λυτρον αντι πολλων 29 και εκπορευομενων αυτων απο ιερειχω ηκολουθησεν αυτω οχλος πολυς 30 και ιδου δυο τυφλοι καθημενοι παρα την οδον ακουσαντες οτι ιησους παραγει εκραξαν λεγοντες ελεησον ημας υιε δαυειδ 31 ο δε οχλος επετιμησεν αυτοις ινα σιωπησωσιν οι δε μειζον εκραξαν λεγοντες κυριε ελεησον ημας υιε δαυειδ 32 και στας ο ιησους εφωνησεν αυτους και ειπεν τι θελετε ποιησω υμιν 33 λεγουσιν αυτω κυριε ινα ανοιγωσιν οι οφθαλμοι ημων 34 σπλαγχνισθεις δε ο ιησους ηψατο των ομματων αυτων και ευθεως ανεβλεψαν και ηκολουθησαν αυτω
Copyright information for Tisch