1 Corinthians 1

παυλος κλητος αποστολος ιησου χριστου vaδια θεληματος θεου και σωσθενης ο αδελφος τη εκκλησια του θεου τη ουση εν κορινθω ηγιασμενοις εν χριστω ιησου κλητοις αγιοις συν πασιν τοις επικαλουμενοις το ονομα του κυριου ημων ιησου χριστου εν παντι τοπω αυτων και ημων χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου ευχαριστω τω θεω vaπαντοτε περι υμων επι τη χαριτι του θεου τη δοθειση υμιν εν χριστω ιησου οτι εν παντι επλουτισθητε εν αυτω εν παντι λογω και παση γνωσει καθως το μαρτυριον του χριστου εβεβαιωθη εν υμιν ωστε υμας μη υστερεισθαι εν μηδενι χαρισματι απεκδεχομενους την αποκαλυψιν του κυριου ημων ιησου χριστου ος και βεβαιωσει υμας εως τελους ανεγκλητους εν τη ημερα του κυριου ημων ιησου [χριστου] πιστος ο θεος δι ου εκληθητε εις κοινωνιαν του υιου αυτου ιησου χριστου του κυριου ημων 10 παρακαλω δε υμας αδελφοι δια του ονοματος του κυριου ημων ιησου χριστου ινα το αυτο λεγητε παντες και μη η εν υμιν σχισματα ητε δε κατηρτισμενοι εν τω αυτω νοι και εν τη αυτη γνωμη 11 εδηλωθη γαρ μοι περι υμων αδελφοι μου υπο των χλοης οτι εριδες εν υμιν εισιν 12 λεγω δε τουτο οτι εκαστος υμων λεγει εγω μεν ειμι παυλου εγω δε απολλω εγω δε κηφα εγω δε χριστου 13 μεμερισται ο χριστος μη παυλος εσταυρωθη υπερ υμων η εις το ονομα παυλου εβαπτισθητε 14 ευχαριστω vaοτι ουδενα υμων εβαπτισα ει μη κρισπον και γαιον 15 ινα μη τις ειπη οτι εις το εμον ονομα εβαπτισθητε 16 εβαπτισα δε και τον στεφανα οικον λοιπον ουκ οιδα ει τινα αλλον εβαπτισα 17 ου γαρ απεστειλεν με χριστος βαπτιζειν αλλα ευαγγελιζεσθαι ουκ εν σοφια λογου ινα μη κενωθη ο σταυρος του χριστου 18 ο λογος γαρ ο του σταυρου τοις μεν απολλυμενοις μωρια εστιν τοις δε σωζομενοις ημιν δυναμις θεου εστιν 19 γεγραπται γαρ απολω την σοφιαν των σοφων και την συνεσιν των συνετων αθετησω 20 που σοφος που γραμματευς που συζητητης του αιωνος τουτου ουχι εμωρανεν ο θεος την σοφιαν του κοσμου 21 επειδη γαρ εν τη σοφια του θεου ουκ εγνω ο κοσμος δια της σοφιας τον θεον ευδοκησεν ο θεος δια της μωριας του κηρυγματος σωσαι τους πιστευοντας 22 επειδη και ιουδαιοι σημεια αιτουσιν και ελληνες σοφιαν ζητουσιν 23 ημεις δε κηρυσσομεν χριστον εσταυρωμενον ιουδαιοις μεν σκανδαλον εθνεσιν δε μωριαν 24 αυτοις δε τοις κλητοις ιουδαιοις τε και ελλησιν χριστον θεου δυναμιν και θεου σοφιαν 25 οτι το μωρον του θεου σοφωτερον των ανθρωπων εστιν και το ασθενες του θεου ισχυροτερον των ανθρωπων 26 βλεπετε γαρ την κλησιν υμων αδελφοι οτι ου πολλοι σοφοι κατα σαρκα ου πολλοι δυνατοι ου πολλοι ευγενεις 27 αλλα τα μωρα του κοσμου εξελεξατο ο θεος ινα καταισχυνη τους σοφους και τα ασθενη του κοσμου εξελεξατο ο θεος ινα καταισχυνη τα ισχυρα 28 και τα αγενη του κοσμου και τα εξουθενημενα εξελεξατο ο θεος [και] vaτα μη οντα ινα τα οντα καταργηση 29 οπως μη καυχησηται πασα σαρξ ενωπιον του θεου 30 εξ αυτου δε υμεις εστε εν χριστω ιησου ος εγενηθη σοφια ημιν απο θεου δικαιοσυνη τε και αγιασμος και απολυτρωσις 31 ινα καθως γεγραπται ο καυχωμενος εν κυριω καυχασθω
Copyright information for WHNU