1 Corinthians 13

εαν ταις γλωσσαις των ανθρωπων λαλω και των αγγελων αγαπην δε μη εχω γεγονα χαλκος ηχων η κυμβαλον αλαλαζον καν vaεχω προφητειαν και ειδω τα μυστηρια παντα και πασαν την γνωσιν καν vaεχω πασαν την πιστιν ωστε ορη μεθιστανειν vaαγαπην δε μη εχω ουθεν ειμι καν ψωμισω παντα τα υπαρχοντα μου καν vaπαραδω το σωμα μου ινα καυχησωμαι αγαπην δε μη εχω ουδεν ωφελουμαι η αγαπη μακροθυμει χρηστευεται η αγαπη ου ζηλοι vaου περπερευεται ου φυσιουται ουκ ασχημονει ου ζητει τα εαυτης ου παροξυνεται ου λογιζεται το κακον ου χαιρει επι τη αδικια συγχαιρει δε τη αληθεια παντα στεγει παντα πιστευει παντα ελπιζει παντα υπομενει η αγαπη ουδεποτε πιπτει ειτε δε προφητειαι καταργηθησονται ειτε γλωσσαι παυσονται ειτε γνωσις καταργηθησεται εκ μερους γαρ γινωσκομεν και εκ μερους προφητευομεν 10 οταν δε ελθη το τελειον το εκ μερους καταργηθησεται 11 οτε ημην νηπιος ελαλουν ως νηπιος εφρονουν ως νηπιος ελογιζομην ως νηπιος οτε γεγονα ανηρ κατηργηκα τα του νηπιου 12 βλεπομεν γαρ αρτι δι εσοπτρου εν αινιγματι τοτε δε προσωπον προς προσωπον αρτι γινωσκω εκ μερους τοτε δε επιγνωσομαι καθως και επεγνωσθην 13 νυνι δε μενει πιστις ελπις αγαπη τα τρια ταυτα μειζων δε τουτων η αγαπη
Copyright information for WHNU