1 Corinthians 3

καγω αδελφοι ουκ ηδυνηθην λαλησαι υμιν ως πνευματικοις αλλ ως σαρκινοις ως νηπιοις εν χριστω γαλα υμας εποτισα ου βρωμα ουπω γαρ εδυνασθε αλλ ουδε [ετι] vaνυν δυνασθε ετι γαρ σαρκικοι εστε οπου γαρ εν υμιν ζηλος και ερις ουχι σαρκικοι εστε και κατα ανθρωπον περιπατειτε οταν γαρ λεγη τις εγω μεν ειμι παυλου ετερος δε εγω απολλω ουκ ανθρωποι εστε τι ουν εστιν απολλως τι δε εστιν παυλος διακονοι δι ων επιστευσατε και εκαστω ως ο κυριος εδωκεν εγω εφυτευσα απολλως εποτισεν αλλα ο θεος ηυξανεν ωστε ουτε ο φυτευων εστιν τι ουτε ο ποτιζων αλλ ο αυξανων θεος ο φυτευων δε και ο ποτιζων εν εισιν εκαστος δε τον ιδιον μισθον λημψεται κατα τον ιδιον κοπον θεου γαρ εσμεν συνεργοι θεου γεωργιον θεου οικοδομη εστε 10 κατα την χαριν του θεου την δοθεισαν μοι ως σοφος αρχιτεκτων θεμελιον εθηκα αλλος δε εποικοδομει εκαστος δε βλεπετω πως εποικοδομει 11 θεμελιον γαρ αλλον ουδεις δυναται θειναι παρα τον κειμενον ος εστιν ιησους χριστος 12 ει δε τις εποικοδομει επι τον θεμελιον χρυσιον αργυριον vaλιθους τιμιους ξυλα χορτον καλαμην 13 εκαστου το εργον φανερον γενησεται η γαρ ημερα δηλωσει οτι εν πυρι αποκαλυπτεται και εκαστου το εργον οποιον εστιν το πυρ αυτο vaδοκιμασει 14 ει τινος το εργον μενει ο εποικοδομησεν μισθον λημψεται 15 ει τινος το εργον κατακαησεται ζημιωθησεται αυτος δε σωθησεται ουτως δε ως δια πυρος 16 ουκ οιδατε οτι ναος θεου εστε και το πνευμα του θεου εν υμιν οικει va 17 ει τις τον ναον του θεου φθειρει φθερει τουτον ο θεος ο γαρ ναος του θεου αγιος εστιν οιτινες εστε υμεις 18 μηδεις εαυτον εξαπατατω ει τις δοκει σοφος ειναι εν υμιν εν τω αιωνι τουτω μωρος γενεσθω ινα γενηται σοφος 19 η γαρ σοφια του κοσμου τουτου μωρια παρα τω θεω εστιν γεγραπται γαρ ο δρασσομενος τους σοφους εν τη πανουργια αυτων 20 και παλιν κυριος γινωσκει τους διαλογισμους των σοφων οτι εισιν ματαιοι 21 ωστε μηδεις καυχασθω εν ανθρωποις παντα γαρ υμων εστιν 22 ειτε παυλος ειτε απολλως ειτε κηφας ειτε κοσμος ειτε ζωη ειτε θανατος ειτε ενεστωτα ειτε μελλοντα παντα υμων 23 υμεις δε χριστου χριστος δε θεου
Copyright information for WHNU