1 Peter 3

ομοιως vaγυναικες υποτασσομεναι τοις ιδιοις ανδρασιν ινα vaει τινες απειθουσιν τω λογω δια της των γυναικων αναστροφης ανευ λογου κερδηθησονται εποπτευσαντες την εν φοβω αγνην αναστροφην υμων ων εστω ουχ ο εξωθεν εμπλοκης τριχων και περιθεσεως χρυσιων η ενδυσεως ιματιων κοσμος αλλ ο κρυπτος της καρδιας ανθρωπος εν τω αφθαρτω του ησυχιου και πραεως vaπνευματος ο εστιν ενωπιον του θεου πολυτελες ουτως γαρ ποτε και αι αγιαι γυναικες αι ελπιζουσαι εις θεον εκοσμουν εαυτας υποτασσομεναι τοις ιδιοις ανδρασιν ως σαρρα υπηκουεν vaτω αβρααμ κυριον αυτον καλουσα ης εγενηθητε τεκνα αγαθοποιουσαι και μη φοβουμεναι μηδεμιαν πτοησιν οι ανδρες ομοιως συνοικουντες κατα γνωσιν ως ασθενεστερω σκευει τω γυναικειω απονεμοντες τιμην ως και συγκληρονομοι vaχαριτος ζωης εις το μη εγκοπτεσθαι τας προσευχας υμων το δε τελος παντες ομοφρονες συμπαθεις φιλαδελφοι ευσπλαγχνοι ταπεινοφρονες μη αποδιδοντες κακον αντι κακου η λοιδοριαν αντι λοιδοριας τουναντιον δε ευλογουντες οτι εις τουτο εκληθητε ινα ευλογιαν κληρονομησητε 10 ο γαρ θελων ζωην αγαπαν και ιδειν ημερας αγαθας παυσατω την γλωσσαν απο κακου και χειλη του μη λαλησαι δολον 11 εκκλινατω δε απο κακου και ποιησατω αγαθον ζητησατω ειρηνην και διωξατω αυτην 12 οτι οφθαλμοι κυριου επι δικαιους και ωτα αυτου εις δεησιν αυτων προσωπον δε κυριου επι ποιουντας κακα 13 και τις ο κακωσων υμας εαν του αγαθου ζηλωται γενησθε 14 αλλ ει και πασχοιτε δια δικαιοσυνην μακαριοι τον δε φοβον αυτων μη φοβηθητε μηδε ταραχθητε 15 κυριον δε τον χριστον αγιασατε εν ταις καρδιαις υμων ετοιμοι αει προς απολογιαν παντι τω αιτουντι υμας λογον περι της εν υμιν ελπιδος αλλα μετα πραυτητος και φοβου 16 συνειδησιν εχοντες αγαθην ινα εν ω καταλαλεισθε καταισχυνθωσιν οι επηρεαζοντες υμων την αγαθην εν χριστω αναστροφην 17 κρειττον γαρ αγαθοποιουντας ει θελοι το θελημα του θεου πασχειν η κακοποιουντας 18 οτι και χριστος απαξ περι αμαρτιων απεθανεν vaδικαιος υπερ αδικων ινα υμας προσαγαγη τω θεω θανατωθεις μεν σαρκι ζωοποιηθεις δε πνευματι 19 εν ω και τοις εν φυλακη πνευμασιν πορευθεις εκηρυξεν 20 απειθησασιν ποτε οτε απεξεδεχετο η του θεου μακροθυμια εν ημεραις νωε κατασκευαζομενης κιβωτου εις ην ολιγοι τουτ εστιν οκτω ψυχαι διεσωθησαν δι υδατος 21 ο και υμας αντιτυπον νυν σωζει βαπτισμα ου σαρκος αποθεσις ρυπου αλλα συνειδησεως αγαθης επερωτημα εις θεον δι αναστασεως ιησου χριστου 22 ος εστιν εν δεξια vaθεου πορευθεις εις ουρανον υποταγεντων αυτω αγγελων και εξουσιων και δυναμεων
Copyright information for WHNU