1 Peter 5

πρεσβυτερους ουν εν υμιν παρακαλω ο συμπρεσβυτερος και μαρτυς των του χριστου παθηματων ο και της μελλουσης αποκαλυπτεσθαι δοξης κοινωνος ποιμανατε το εν υμιν ποιμνιον του θεου vaμη αναγκαστως αλλα εκουσιως vaμηδε αισχροκερδως αλλα προθυμως μηδ ως κατακυριευοντες των κληρων αλλα τυποι γινομενοι του ποιμνιου και φανερωθεντος του αρχιποιμενος κομιεισθε τον αμαραντινον της δοξης στεφανον ομοιως νεωτεροι υποταγητε πρεσβυτεροις παντες δε αλληλοις την ταπεινοφροσυνην εγκομβωσασθε οτι [ο] θεος υπερηφανοις αντιτασσεται ταπεινοις δε διδωσιν χαριν ταπεινωθητε ουν υπο την κραταιαν χειρα του θεου ινα υμας υψωση εν καιρω πασαν την μεριμναν υμων επιριψαντες επ αυτον οτι αυτω μελει περι υμων νηψατε γρηγορησατε ο αντιδικος υμων διαβολος ως λεων ωρυομενος περιπατει ζητων vaκαταπιειν ω αντιστητε στερεοι τη πιστει ειδοτες τα αυτα των παθηματων τη εν τω vaκοσμω υμων αδελφοτητι επιτελεισθαι 10 ο δε θεος πασης χαριτος ο καλεσας υμας εις την αιωνιον αυτου δοξαν εν χριστω vaολιγον παθοντας αυτος καταρτισει στηριξει σθενωσει va 11 αυτω το κρατος εις τους αιωνας αμην 12 δια σιλουανου υμιν του πιστου αδελφου ως λογιζομαι δι ολιγων εγραψα παρακαλων και επιμαρτυρων ταυτην ειναι αληθη χαριν του θεου εις ην στητε 13 ασπαζεται υμας η εν βαβυλωνι συνεκλεκτη και μαρκος ο υιος μου 14 ασπασασθε αλληλους εν φιληματι αγαπης ειρηνη υμιν πασιν τοις εν χριστω
Copyright information for WHNU