1 Thessalonians 1

παυλος και σιλουανος και τιμοθεος τη εκκλησια θεσσαλονικεων εν θεω πατρι και κυριω ιησου χριστω χαρις υμιν και ειρηνη ευχαριστουμεν τω θεω παντοτε περι παντων υμων μνειαν ποιουμενοι επι των προσευχων ημων αδιαλειπτως μνημονευοντες υμων του εργου της πιστεως και του κοπου της αγαπης και της υπομονης της ελπιδος του κυριου ημων ιησου χριστου εμπροσθεν του θεου και πατρος ημων ειδοτες αδελφοι ηγαπημενοι υπο [του] θεου την εκλογην υμων οτι το ευαγγελιον ημων ουκ εγενηθη εις υμας εν λογω μονον αλλα και εν δυναμει και εν πνευματι αγιω και vaπληροφορια πολλη καθως οιδατε οιοι εγενηθημεν vaυμιν δι υμας και υμεις μιμηται ημων εγενηθητε και του κυριου δεξαμενοι τον λογον εν θλιψει πολλη μετα χαρας πνευματος αγιου ωστε γενεσθαι υμας τυπον πασιν τοις πιστευουσιν εν τη μακεδονια και εν τη αχαια αφ υμων γαρ εξηχηται ο λογος του κυριου ου μονον εν τη μακεδονια και vaαχαια αλλ εν παντι τοπω η πιστις υμων η προς τον θεον εξεληλυθεν ωστε μη χρειαν εχειν ημας λαλειν τι αυτοι γαρ περι ημων απαγγελλουσιν οποιαν εισοδον εσχομεν προς υμας και πως επεστρεψατε προς τον θεον απο των ειδωλων δουλευειν θεω ζωντι και αληθινω 10 και αναμενειν τον υιον αυτου εκ των ουρανων ον ηγειρεν εκ [των] νεκρων ιησουν τον ρυομενον ημας εκ της οργης της ερχομενης
Copyright information for WHNU