1 Thessalonians 2

αυτοι γαρ οιδατε αδελφοι την εισοδον ημων την προς υμας οτι ου κενη γεγονεν αλλα προπαθοντες και υβρισθεντες καθως οιδατε εν φιλιπποις επαρρησιασαμεθα εν τω θεω ημων λαλησαι προς υμας το ευαγγελιον του θεου εν πολλω αγωνι η γαρ παρακλησις ημων ουκ εκ πλανης ουδε εξ ακαθαρσιας ουδε εν δολω αλλα καθως δεδοκιμασμεθα υπο του θεου πιστευθηναι το ευαγγελιον ουτως λαλουμεν ουχ ως ανθρωποις αρεσκοντες αλλα θεω τω δοκιμαζοντι τας καρδιας ημων ουτε γαρ ποτε εν λογω κολακειας εγενηθημεν καθως οιδατε ουτε vaπροφασει πλεονεξιας θεος μαρτυς ουτε ζητουντες εξ ανθρωπων δοξαν ουτε αφ υμων ουτε απ αλλων (2:7) δυναμενοι εν βαρει ειναι ως χριστου αποστολοι αλλα εγενηθημεν νηπιοι εν μεσω υμων ως εαν τροφος θαλπη τα εαυτης τεκνα ουτως ομειρομενοι υμων ηυδοκουμεν vaμεταδουναι υμιν ου μονον το ευαγγελιον του θεου αλλα και τας εαυτων ψυχας διοτι αγαπητοι ημιν εγενηθητε μνημονευετε γαρ αδελφοι τον κοπον ημων και τον μοχθον νυκτος και ημερας εργαζομενοι προς το μη επιβαρησαι τινα υμων εκηρυξαμεν εις υμας το ευαγγελιον του θεου 10 υμεις μαρτυρες και ο θεος ως οσιως και δικαιως και αμεμπτως υμιν τοις πιστευουσιν εγενηθημεν 11 καθαπερ οιδατε ως ενα εκαστον υμων ως πατηρ τεκνα εαυτου (2:12) παρακαλουντες υμας και παραμυθουμενοι 12 και μαρτυρομενοι εις το περιπατειν υμας αξιως του θεου του καλουντος υμας εις την εαυτου βασιλειαν και δοξαν 13 και δια τουτο και ημεις ευχαριστουμεν τω θεω αδιαλειπτως οτι παραλαβοντες λογον ακοης παρ ημων του θεου εδεξασθε ου λογον ανθρωπων αλλα καθως αληθως εστιν vaλογον θεου ος και ενεργειται εν υμιν τοις πιστευουσιν 14 υμεις γαρ μιμηται εγενηθητε αδελφοι των εκκλησιων του θεου των ουσων εν τη ιουδαια εν χριστω ιησου οτι τα αυτα επαθετε και υμεις υπο των ιδιων συμφυλετων καθως και αυτοι υπο των ιουδαιων 15 των και τον κυριον αποκτειναντων ιησουν και τους προφητας και ημας εκδιωξαντων και θεω μη αρεσκοντων και πασιν ανθρωποις εναντιων 16 κωλυοντων ημας τοις εθνεσιν λαλησαι ινα σωθωσιν εις το αναπληρωσαι αυτων τας αμαρτιας παντοτε εφθασεν δε επ αυτους η οργη εις τελος 17 ημεις δε αδελφοι απορφανισθεντες αφ υμων προς καιρον ωρας προσωπω ου καρδια περισσοτερως εσπουδασαμεν το προσωπον υμων ιδειν εν πολλη επιθυμια 18 διοτι ηθελησαμεν ελθειν προς υμας εγω μεν παυλος και απαξ και δις και ενεκοψεν ημας ο σατανας 19 τις γαρ ημων ελπις η χαρα η στεφανος καυχησεως η ουχι και υμεις εμπροσθεν του κυριου ημων ιησου εν τη αυτου παρουσια 20 υμεις γαρ εστε η δοξα ημων και η χαρα
Copyright information for WHNU