1 Thessalonians 5

περι δε των χρονων και των καιρων αδελφοι ου χρειαν εχετε υμιν γραφεσθαι αυτοι γαρ ακριβως οιδατε οτι ημερα κυριου ως κλεπτης εν νυκτι ουτως ερχεται οταν λεγωσιν ειρηνη και ασφαλεια τοτε αιφνιδιος αυτοις επισταται vaολεθρος ωσπερ η ωδιν τη εν γαστρι εχουση και ου μη εκφυγωσιν υμεις δε αδελφοι ουκ εστε εν σκοτει ινα η ημερα υμας ως κλεπτας vaκαταλαβη παντες γαρ υμεις υιοι φωτος εστε και υιοι ημερας ουκ εσμεν νυκτος ουδε σκοτους αρα ουν μη καθευδωμεν ως οι λοιποι αλλα γρηγορωμεν και νηφωμεν οι γαρ καθευδοντες νυκτος καθευδουσιν και οι μεθυσκομενοι νυκτος μεθυουσιν ημεις δε ημερας οντες νηφωμεν ενδυσαμενοι θωρακα πιστεως και αγαπης και περικεφαλαιαν ελπιδα σωτηριας οτι ουκ εθετο ημας ο θεος εις οργην αλλα εις περιποιησιν σωτηριας δια του κυριου ημων ιησου [χριστου] va 10 του αποθανοντος περι vaημων ινα ειτε γρηγορωμεν ειτε καθευδωμεν αμα συν αυτω ζησωμεν 11 διο παρακαλειτε αλληλους και οικοδομειτε εις τον ενα καθως και ποιειτε 12 ερωτωμεν δε υμας αδελφοι ειδεναι τους κοπιωντας εν υμιν και προισταμενους υμων εν κυριω και νουθετουντας υμας 13 και ηγεισθαι αυτους υπερεκπερισσου εν αγαπη δια το εργον αυτων ειρηνευετε εν εαυτοις 14 παρακαλουμεν δε υμας αδελφοι νουθετειτε τους ατακτους παραμυθεισθε τους ολιγοψυχους αντεχεσθε των ασθενων μακροθυμειτε προς παντας 15 ορατε μη τις κακον αντι κακου τινι αποδω αλλα παντοτε το αγαθον διωκετε vaεις αλληλους και εις παντας 16 παντοτε χαιρετε 17 αδιαλειπτως προσευχεσθε 18 εν παντι ευχαριστειτε τουτο γαρ θελημα θεου εν χριστω ιησου εις υμας 19 το πνευμα μη σβεννυτε 20 προφητειας μη εξουθενειτε 21 παντα [δε] vaδοκιμαζετε το καλον κατεχετε 22 απο παντος ειδους πονηρου απεχεσθε 23 αυτος δε ο θεος της ειρηνης αγιασαι υμας ολοτελεις και ολοκληρον υμων το πνευμα και η ψυχη και το σωμα αμεμπτως εν τη παρουσια του κυριου ημων ιησου χριστου τηρηθειη 24 πιστος ο καλων υμας ος και ποιησει 25 αδελφοι προσευχεσθε [και] περι ημων 26 ασπασασθε τους αδελφους παντας εν φιληματι αγιω 27 ενορκιζω υμας τον κυριον αναγνωσθηναι την επιστολην πασιν τοις αδελφοις 28 η χαρις του κυριου ημων ιησου χριστου μεθ υμων
Copyright information for WHNU