1 Timothy 3

πιστος ο λογος ει τις επισκοπης ορεγεται καλου εργου επιθυμει δει ουν τον επισκοπον ανεπιλημπτον ειναι μιας γυναικος ανδρα νηφαλιον σωφρονα κοσμιον φιλοξενον διδακτικον μη παροινον μη πληκτην αλλα επιεικη αμαχον αφιλαργυρον του ιδιου οικου καλως προισταμενον τεκνα εχοντα εν υποταγη μετα πασης σεμνοτητος ει δε τις του ιδιου οικου προστηναι ουκ οιδεν πως εκκλησιας θεου επιμελησεται μη νεοφυτον ινα μη τυφωθεις εις κριμα εμπεση του διαβολου δει δε και μαρτυριαν καλην εχειν απο των εξωθεν ινα μη εις ονειδισμον εμπεση και παγιδα του διαβολου διακονους ωσαυτως σεμνους μη διλογους μη οινω πολλω προσεχοντας μη αισχροκερδεις εχοντας το μυστηριον της πιστεως εν καθαρα συνειδησει 10 και ουτοι δε δοκιμαζεσθωσαν πρωτον ειτα διακονειτωσαν ανεγκλητοι οντες 11 γυναικας ωσαυτως σεμνας μη διαβολους νηφαλιους πιστας εν πασιν 12 διακονοι εστωσαν μιας γυναικος ανδρες τεκνων καλως προισταμενοι και των ιδιων οικων 13 οι γαρ καλως διακονησαντες βαθμον εαυτοις καλον περιποιουνται και πολλην παρρησιαν εν πιστει τη εν χριστω ιησου 14 ταυτα σοι γραφω ελπιζων ελθειν [προς σε] vaεν ταχει 15 εαν δε βραδυνω ινα ειδης πως δει εν οικω θεου αναστρεφεσθαι ητις εστιν εκκλησια θεου ζωντος στυλος και εδραιωμα της αληθειας 16 και ομολογουμενως μεγα εστιν το της ευσεβειας μυστηριον ος εφανερωθη εν σαρκι εδικαιωθη εν πνευματι ωφθη αγγελοις εκηρυχθη εν εθνεσιν επιστευθη εν κοσμω ανελημφθη εν δοξη
Copyright information for WHNU