1 Timothy 5

πρεσβυτερω μη επιπληξης αλλα παρακαλει ως πατερα νεωτερους ως αδελφους πρεσβυτερας ως μητερας νεωτερας ως αδελφας εν παση αγνεια χηρας τιμα τας οντως χηρας ει δε τις χηρα τεκνα η εκγονα εχει μανθανετωσαν πρωτον τον ιδιον οικον ευσεβειν και αμοιβας αποδιδοναι τοις προγονοις τουτο γαρ εστιν αποδεκτον ενωπιον του θεου η δε οντως χηρα και μεμονωμενη ηλπικεν επι [τον] vaθεον και προσμενει ταις δεησεσιν και ταις προσευχαις νυκτος και ημερας η δε σπαταλωσα ζωσα τεθνηκεν και ταυτα παραγγελλε ινα ανεπιλημπτοι ωσιν ει δε τις των ιδιων και μαλιστα οικειων ου προνοει την πιστιν ηρνηται και εστιν απιστου χειρων χηρα καταλεγεσθω μη ελαττον ετων εξηκοντα γεγονυια ενος ανδρος γυνη 10 εν εργοις καλοις μαρτυρουμενη ει ετεκνοτροφησεν ει εξενοδοχησεν ει αγιων ποδας ενιψεν ει θλιβομενοις επηρκεσεν ει παντι εργω αγαθω επηκολουθησεν 11 νεωτερας δε χηρας παραιτου οταν γαρ καταστρηνιασωσιν του χριστου γαμειν θελουσιν 12 εχουσαι κριμα οτι την πρωτην πιστιν ηθετησαν 13 αμα δε και αργαι μανθανουσιν περιερχομεναι τας οικιας ου μονον δε αργαι αλλα και φλυαροι και περιεργοι λαλουσαι τα μη δεοντα 14 βουλομαι ουν νεωτερας γαμειν τεκνογονειν οικοδεσποτειν μηδεμιαν αφορμην διδοναι τω αντικειμενω λοιδοριας χαριν 15 ηδη γαρ τινες εξετραπησαν οπισω του σατανα 16 ει τις πιστη εχει χηρας επαρκειτω αυταις και μη βαρεισθω η εκκλησια ινα ταις οντως χηραις επαρκεση 17 οι καλως προεστωτες πρεσβυτεροι διπλης τιμης αξιουσθωσαν μαλιστα οι κοπιωντες εν λογω και διδασκαλια 18 λεγει γαρ η γραφη βουν αλοωντα ου φιμωσεις και αξιος ο εργατης του μισθου αυτου 19 κατα πρεσβυτερου κατηγοριαν μη παραδεχου εκτος ει μη επι δυο η τριων μαρτυρων 20 τους [δε] vaαμαρτανοντας ενωπιον παντων ελεγχε ινα και οι λοιποι φοβον εχωσιν 21 διαμαρτυρομαι ενωπιον του θεου και χριστου ιησου και των εκλεκτων αγγελων ινα ταυτα φυλαξης χωρις προκριματος μηδεν ποιων κατα προσκλισιν 22 χειρας ταχεως μηδενι επιτιθει μηδε κοινωνει αμαρτιαις αλλοτριαις σεαυτον αγνον τηρει 23 μηκετι υδροποτει αλλα οινω ολιγω χρω δια τον στομαχον και τας πυκνας σου ασθενειας 24 τινων ανθρωπων αι αμαρτιαι προδηλοι εισιν προαγουσαι εις κρισιν τισιν δε και επακολουθουσιν 25 ωσαυτως και τα εργα τα καλα προδηλα και τα αλλως εχοντα κρυβηναι ου δυνανται
Copyright information for WHNU