2 Corinthians 12

καυχασθαι δει ου συμφερον μεν ελευσομαι δε εις οπτασιας και αποκαλυψεις κυριου οιδα ανθρωπον εν χριστω προ ετων δεκατεσσαρων ειτε εν σωματι ουκ οιδα ειτε εκτος του σωματος ουκ οιδα ο θεος οιδεν αρπαγεντα τον τοιουτον εως τριτου ουρανου και οιδα τον τοιουτον ανθρωπον ειτε εν σωματι ειτε χωρις του σωματος [ουκ οιδα] vaο θεος οιδεν οτι ηρπαγη εις τον παραδεισον και ηκουσεν αρρητα ρηματα α ουκ εξον ανθρωπω λαλησαι υπερ του τοιουτου καυχησομαι υπερ δε εμαυτου ου καυχησομαι ει μη εν ταις ασθενειαις εαν γαρ θελησω καυχησασθαι ουκ εσομαι αφρων αληθειαν γαρ ερω φειδομαι δε μη τις εις εμε λογισηται υπερ ο βλεπει με η ακουει vaεξ εμου και τη υπερβολη των αποκαλυψεων διο ινα μη υπεραιρωμαι εδοθη μοι σκολοψ τη σαρκι αγγελος σατανα ινα με κολαφιζη ινα μη υπεραιρωμαι υπερ τουτου τρις τον κυριον παρεκαλεσα ινα αποστη απ εμου και ειρηκεν μοι αρκει σοι η χαρις μου η γαρ δυναμις εν ασθενεια τελειται ηδιστα ουν μαλλον καυχησομαι εν ταις ασθενειαις vaινα επισκηνωση επ εμε η δυναμις του χριστου 10 διο ευδοκω εν ασθενειαις εν υβρεσιν εν αναγκαις εν διωγμοις και στενοχωριαις υπερ χριστου οταν γαρ ασθενω τοτε δυνατος ειμι 11 γεγονα αφρων υμεις με ηναγκασατε εγω γαρ ωφειλον υφ υμων συνιστασθαι ουδεν γαρ υστερησα των υπερλιαν αποστολων ει και ουδεν ειμι 12 τα μεν σημεια του αποστολου κατειργασθη εν υμιν εν παση υπομονη σημειοις [τε] vaκαι τερασιν και δυναμεσιν 13 τι γαρ εστιν ο ησσωθητε υπερ τας λοιπας εκκλησιας ει μη οτι αυτος εγω ου κατεναρκησα υμων χαρισασθε μοι την αδικιαν ταυτην 14 ιδου τριτον τουτο ετοιμως εχω ελθειν προς υμας και ου καταναρκησω ου γαρ ζητω τα υμων αλλα υμας ου γαρ οφειλει τα τεκνα τοις γονευσιν θησαυριζειν αλλα οι γονεις τοις τεκνοις 15 εγω δε ηδιστα δαπανησω και εκδαπανηθησομαι υπερ των ψυχων υμων ει περισσοτερως υμας αγαπω vaησσον αγαπωμαι 16 εστω δε εγω ου κατεβαρησα υμας αλλα υπαρχων πανουργος δολω υμας ελαβον 17 μη τινα ων απεσταλκα προς υμας δι αυτου επλεονεκτησα υμας 18 παρεκαλεσα τιτον και συναπεστειλα τον αδελφον μητι επλεονεκτησεν υμας τιτος ου τω αυτω πνευματι περιεπατησαμεν ου τοις αυτοις ιχνεσιν 19 παλαι δοκειτε οτι υμιν απολογουμεθα κατεναντι θεου εν χριστω λαλουμεν τα δε παντα αγαπητοι υπερ της υμων οικοδομης 20 φοβουμαι γαρ μη πως ελθων ουχ οιους θελω ευρω υμας καγω ευρεθω υμιν οιον ου θελετε μη πως ερις ζηλος θυμοι εριθειαι καταλαλιαι ψιθυρισμοι φυσιωσεις ακαταστασιαι 21 μη παλιν ελθοντος μου ταπεινωση με ο θεος μου προς υμας και πενθησω πολλους των προημαρτηκοτων και μη μετανοησαντων επι τη ακαθαρσια και πορνεια και ασελγεια η επραξαν
Copyright information for WHNU