2 Corinthians 6

συνεργουντες δε και παρακαλουμεν μη εις κενον την χαριν του θεου δεξασθαι υμας λεγει γαρ καιρω δεκτω επηκουσα σου και εν ημερα σωτηριας εβοηθησα σοι ιδου νυν καιρος ευπροσδεκτος ιδου νυν ημερα σωτηριας μηδεμιαν εν μηδενι διδοντες προσκοπην ινα μη μωμηθη η διακονια αλλ εν παντι συνιστανοντες vaεαυτους ως θεου διακονοι εν υπομονη πολλη εν θλιψεσιν εν αναγκαις εν στενοχωριαις εν πληγαις εν φυλακαις εν ακαταστασιαις εν κοποις εν αγρυπνιαις εν νηστειαις εν αγνοτητι εν γνωσει εν μακροθυμια εν χρηστοτητι εν πνευματι αγιω εν αγαπη ανυποκριτω εν λογω αληθειας εν δυναμει θεου δια των οπλων της δικαιοσυνης των δεξιων και αριστερων δια δοξης και ατιμιας δια δυσφημιας και ευφημιας ως πλανοι και αληθεις ως αγνοουμενοι και επιγινωσκομενοι ως αποθνησκοντες και ιδου ζωμεν ως παιδευομενοι και μη θανατουμενοι 10 ως λυπουμενοι αει δε χαιροντες ως πτωχοι πολλους δε πλουτιζοντες ως μηδεν εχοντες και παντα κατεχοντες 11 το στομα ημων ανεωγεν προς υμας κορινθιοι η καρδια ημων πεπλατυνται 12 ου στενοχωρεισθε εν ημιν στενοχωρεισθε δε εν τοις σπλαγχνοις υμων 13 την δε αυτην αντιμισθιαν ως τεκνοις λεγω πλατυνθητε και υμεις 14 μη γινεσθε ετεροζυγουντες απιστοις τις γαρ μετοχη δικαιοσυνη και ανομια η τις κοινωνια φωτι προς σκοτος 15 τις δε συμφωνησις χριστου προς βελιαρ η τις μερις πιστω μετα απιστου 16 τις δε συγκαταθεσις ναω θεου μετα ειδωλων ημεις γαρ ναος θεου εσμεν ζωντος καθως ειπεν ο θεος οτι ενοικησω εν αυτοις και εμπεριπατησω και εσομαι αυτων θεος και αυτοι εσονται μου λαος 17 διο εξελθατε εκ μεσου αυτων και αφορισθητε λεγει κυριος και ακαθαρτου μη απτεσθε καγω εισδεξομαι υμας 18 και εσομαι υμιν εις πατερα και υμεις εσεσθε μοι εις υιους και θυγατερας λεγει κυριος παντοκρατωρ
Copyright information for WHNU