2 Peter 2

εγενοντο δε και ψευδοπροφηται εν τω λαω ως και εν υμιν εσονται ψευδοδιδασκαλοι οιτινες παρεισαξουσιν αιρεσεις απωλειας και τον αγορασαντα αυτους δεσποτην αρνουμενοι επαγοντες εαυτοις ταχινην απωλειαν και πολλοι εξακολουθησουσιν αυτων ταις ασελγειαις δι ους η οδος της αληθειας βλασφημηθησεται και εν πλεονεξια πλαστοις λογοις υμας εμπορευσονται οις το κριμα εκπαλαι ουκ αργει και η απωλεια αυτων ου νυσταζει ει γαρ ο θεος αγγελων αμαρτησαντων ουκ εφεισατο αλλα σειροις vaζοφου ταρταρωσας παρεδωκεν εις κρισιν τηρουμενους και αρχαιου κοσμου ουκ εφεισατο αλλα ογδοον νωε δικαιοσυνης κηρυκα εφυλαξεν κατακλυσμον κοσμω ασεβων επαξας και πολεις σοδομων και γομορρας τεφρωσας vaκατεκρινεν υποδειγμα μελλοντων ασεβεσιν vaτεθεικως και δικαιον λωτ καταπονουμενον υπο της των αθεσμων εν ασελγεια αναστροφης ερρυσατο βλεμματι γαρ και ακοη vaδικαιος εγκατοικων εν αυτοις ημεραν εξ ημερας ψυχην δικαιαν ανομοις εργοις εβασανιζεν οιδεν κυριος ευσεβεις εκ πειρασμου ρυεσθαι αδικους δε εις ημεραν κρισεως κολαζομενους τηρειν 10 μαλιστα δε τους οπισω σαρκος εν επιθυμια μιασμου πορευομενους και κυριοτητος καταφρονουντας τολμηται αυθαδεις δοξας ου τρεμουσιν βλασφημουντες 11 οπου αγγελοι ισχυι και δυναμει μειζονες οντες ου φερουσιν κατ αυτων [παρα κυριω] vaβλασφημον κρισιν 12 ουτοι δε ως αλογα ζωα γεγεννημενα φυσικα εις αλωσιν και φθοραν εν οις αγνοουσιν βλασφημουντες εν τη φθορα αυτων και φθαρησονται 13 αδικουμενοι μισθον αδικιας ηδονην ηγουμενοι την εν ημερα τρυφην σπιλοι και μωμοι εντρυφωντες εν ταις απαταις αυτων συνευωχουμενοι υμιν 14 οφθαλμους εχοντες μεστους μοιχαλιδος και ακαταπαστους vaαμαρτιας δελεαζοντες ψυχας αστηρικτους καρδιαν γεγυμνασμενην πλεονεξιας εχοντες καταρας τεκνα 15 καταλειποντες ευθειαν οδον επλανηθησαν εξακολουθησαντες τη οδω του βαλααμ του βεωρ vaος μισθον αδικιας ηγαπησεν 16 ελεγξιν δε εσχεν ιδιας παρανομιας υποζυγιον αφωνον εν ανθρωπου φωνη φθεγξαμενον εκωλυσεν την του προφητου παραφρονιαν 17 ουτοι εισιν πηγαι ανυδροι και ομιχλαι υπο λαιλαπος ελαυνομεναι οις ο ζοφος του σκοτους τετηρηται 18 υπερογκα γαρ ματαιοτητος φθεγγομενοι δελεαζουσιν εν επιθυμιαις σαρκος ασελγειαις τους ολιγως αποφευγοντας τους εν πλανη αναστρεφομενους 19 ελευθεριαν αυτοις επαγγελλομενοι αυτοι δουλοι υπαρχοντες της φθορας ω γαρ τις ηττηται τουτω δεδουλωται 20 ει γαρ αποφυγοντες τα μιασματα του κοσμου εν επιγνωσει του κυριου vaκαι σωτηρος ιησου χριστου τουτοις δε παλιν εμπλακεντες ηττωνται γεγονεν αυτοις τα εσχατα χειρονα των πρωτων 21 κρειττον γαρ ην αυτοις μη επεγνωκεναι την οδον της δικαιοσυνης η επιγνουσιν υποστρεψαι εκ της παραδοθεισης αυτοις αγιας εντολης 22 συμβεβηκεν αυτοις το της αληθους παροιμιας κυων επιστρεψας επι το ιδιον εξεραμα και υς λουσαμενη εις κυλισμον βορβορου
Copyright information for WHNU