Acts 10

ανηρ δε τις εν καισαρια vaονοματι κορνηλιος εκατονταρχης εκ σπειρης της καλουμενης ιταλικης ευσεβης και φοβουμενος τον θεον συν παντι τω οικω αυτου ποιων ελεημοσυνας πολλας τω λαω και δεομενος του θεου δια παντος ειδεν εν οραματι φανερως ωσει περι ωραν ενατην της ημερας αγγελον του θεου εισελθοντα προς αυτον και ειποντα αυτω κορνηλιε ο δε ατενισας αυτω και εμφοβος γενομενος ειπεν τι εστιν κυριε ειπεν δε αυτω αι προσευχαι σου και αι ελεημοσυναι σου ανεβησαν εις μνημοσυνον εμπροσθεν του θεου και νυν πεμψον ανδρας εις ιοππην και μεταπεμψαι σιμωνα τινα ος επικαλειται πετρος ουτος ξενιζεται παρα τινι σιμωνι βυρσει ω εστιν οικια παρα θαλασσαν ως δε απηλθεν ο αγγελος ο λαλων αυτω φωνησας δυο των οικετων και στρατιωτην ευσεβη των προσκαρτερουντων αυτω και εξηγησαμενος απαντα αυτοις απεστειλεν αυτους εις την ιοππην τη δε επαυριον οδοιπορουντων εκεινων και τη πολει εγγιζοντων ανεβη πετρος επι το δωμα προσευξασθαι περι ωραν εκτην 10 εγενετο δε προσπεινος και ηθελεν γευσασθαι παρασκευαζοντων δε αυτων εγενετο επ αυτον εκστασις 11 και θεωρει τον ουρανον ανεωγμενον και καταβαινον σκευος τι ως οθονην μεγαλην τεσσαρσιν αρχαις καθιεμενον επι της γης 12 εν ω υπηρχεν παντα τα τετραποδα και ερπετα της γης και πετεινα του ουρανου 13 και εγενετο φωνη προς αυτον αναστας πετρε θυσον και φαγε 14 ο δε πετρος ειπεν μηδαμως κυριε οτι ουδεποτε εφαγον παν κοινον και ακαθαρτον 15 και φωνη παλιν εκ δευτερου προς αυτον α ο θεος εκαθαρισεν συ μη κοινου 16 τουτο δε εγενετο επι τρις και ευθυς ανελημφθη το σκευος εις τον ουρανον 17 ως δε εν εαυτω διηπορει ο πετρος τι αν ειη το οραμα ο ειδεν ιδου οι ανδρες οι απεσταλμενοι υπο του κορνηλιου διερωτησαντες την οικιαν του σιμωνος επεστησαν επι τον πυλωνα 18 και φωνησαντες επυθοντο vaει σιμων ο επικαλουμενος πετρος ενθαδε ξενιζεται 19 του δε πετρου διενθυμουμενου περι του οραματος ειπεν vaτο πνευμα ιδου ανδρες δυο vaζητουντες σε 20 αλλα αναστας καταβηθι και πορευου συν αυτοις μηδεν διακρινομενος οτι εγω απεσταλκα αυτους 21 καταβας δε πετρος προς τους ανδρας ειπεν ιδου εγω ειμι ον ζητειτε τις η αιτια δι ην παρεστε 22 οι δε ειπαν κορνηλιος εκατονταρχης ανηρ δικαιος και φοβουμενος τον θεον μαρτυρουμενος τε υπο ολου του εθνους των ιουδαιων εχρηματισθη υπο αγγελου αγιου μεταπεμψασθαι σε εις τον οικον αυτου και ακουσαι ρηματα παρα σου 23 εισκαλεσαμενος ουν αυτους εξενισεν τη δε επαυριον αναστας εξηλθεν συν αυτοις και τινες των αδελφων των απο ιοππης συνηλθαν vaαυτω 24 τη δε επαυριον εισηλθεν εις την καισαριαν vaο δε κορνηλιος ην προσδοκων αυτους συγκαλεσαμενος τους συγγενεις αυτου και τους αναγκαιους φιλους 25 ως δε εγενετο του εισελθειν τον πετρον συναντησας αυτω ο κορνηλιος πεσων επι τους ποδας προσεκυνησεν 26 ο δε πετρος ηγειρεν αυτον λεγων αναστηθι και εγω αυτος ανθρωπος ειμι 27 και συνομιλων αυτω εισηλθεν και ευρισκει συνεληλυθοτας πολλους 28 εφη τε προς αυτους υμεις επιστασθε ως αθεμιτον εστιν ανδρι ιουδαιω κολλασθαι η προσερχεσθαι αλλοφυλω καμοι ο θεος εδειξεν μηδενα κοινον η ακαθαρτον λεγειν ανθρωπον 29 διο και αναντιρρητως ηλθον μεταπεμφθεις πυνθανομαι ουν τινι λογω μετεπεμψασθε με 30 και ο κορνηλιος εφη απο τεταρτης ημερας μεχρι ταυτης της ωρας ημην την ενατην προσευχομενος εν τω οικω μου και ιδου ανηρ εστη ενωπιον μου εν εσθητι λαμπρα 31 και φησιν κορνηλιε εισηκουσθη σου η προσευχη και αι ελεημοσυναι σου εμνησθησαν ενωπιον του θεου 32 πεμψον ουν εις ιοππην και μετακαλεσαι σιμωνα ος επικαλειται πετρος ουτος ξενιζεται εν οικια σιμωνος βυρσεως παρα θαλασσαν 33 εξαυτης ουν επεμψα προς σε συ τε καλως εποιησας παραγενομενος νυν ουν παντες ημεις ενωπιον του θεου παρεσμεν ακουσαι παντα τα προστεταγμενα σοι υπο του κυριου 34 ανοιξας δε πετρος το στομα ειπεν επ αληθειας καταλαμβανομαι οτι ουκ εστιν προσωπολημπτης ο θεος 35 αλλ εν παντι εθνει ο φοβουμενος αυτον και εργαζομενος δικαιοσυνην δεκτος αυτω εστιν 36 τον λογον vaαπεστειλεν τοις υιοις ισραηλ ευαγγελιζομενος ειρηνην δια ιησου χριστου ουτος εστιν παντων κυριος 37 υμεις οιδατε το γενομενον ρημα καθ ολης της ιουδαιας αρξαμενος απο της γαλιλαιας μετα το βαπτισμα ο εκηρυξεν ιωαννης 38 ιησουν τον απο ναζαρεθ ως εχρισεν αυτον ο θεος πνευματι αγιω και δυναμει ος διηλθεν ευεργετων και ιωμενος παντας τους καταδυναστευομενους υπο του διαβολου οτι ο θεος ην μετ αυτου 39 και ημεις μαρτυρες παντων ων εποιησεν εν τε τη χωρα των ιουδαιων και vaιερουσαλημ ον και ανειλαν κρεμασαντες επι ξυλου 40 τουτον ο θεος ηγειρεν vaτη τριτη ημερα και εδωκεν αυτον εμφανη γενεσθαι 41 ου παντι τω λαω αλλα μαρτυσιν τοις προκεχειροτονημενοις υπο του θεου ημιν οιτινες συνεφαγομεν και συνεπιομεν αυτω μετα το αναστηναι αυτον εκ νεκρων 42 και παρηγγειλεν ημιν κηρυξαι τω λαω και διαμαρτυρασθαι οτι ουτος εστιν ο ωρισμενος υπο του θεου κριτης ζωντων και νεκρων 43 τουτω παντες οι προφηται μαρτυρουσιν αφεσιν αμαρτιων λαβειν δια του ονοματος αυτου παντα τον πιστευοντα εις αυτον 44 ετι λαλουντος του πετρου τα ρηματα ταυτα επεπεσεν το πνευμα το αγιον επι παντας τους ακουοντας τον λογον 45 και εξεστησαν οι εκ περιτομης πιστοι οι vaσυνηλθαν τω πετρω οτι και επι τα εθνη η δωρεα του πνευματος του αγιου vaεκκεχυται 46 ηκουον γαρ αυτων λαλουντων γλωσσαις και μεγαλυνοντων τον θεον τοτε απεκριθη πετρος 47 μητι το υδωρ δυναται κωλυσαι τις του μη βαπτισθηναι τουτους οιτινες το πνευμα το αγιον ελαβον ως και ημεις 48 προσεταξεν δε αυτους εν τω ονοματι ιησου χριστου βαπτισθηναι τοτε ηρωτησαν αυτον επιμειναι ημερας τινας
Copyright information for WHNU