Acts 11

ηκουσαν δε οι αποστολοι και οι αδελφοι οι οντες κατα την ιουδαιαν οτι και τα εθνη εδεξαντο τον λογον του θεου οτε δε ανεβη πετρος εις ιερουσαλημ διεκρινοντο προς αυτον οι εκ περιτομης λεγοντες οτι εισηλθεν vaπρος ανδρας ακροβυστιαν εχοντας και συνεφαγεν vaαυτοις αρξαμενος δε πετρος εξετιθετο αυτοις καθεξης λεγων εγω ημην εν πολει ιοππη προσευχομενος και ειδον εν εκστασει οραμα καταβαινον σκευος τι ως οθονην μεγαλην τεσσαρσιν αρχαις καθιεμενην εκ του ουρανου και ηλθεν αχρι εμου εις ην ατενισας κατενοουν και ειδον τα τετραποδα της γης και τα θηρια και τα ερπετα και τα πετεινα του ουρανου ηκουσα δε και φωνης λεγουσης μοι αναστας πετρε θυσον και φαγε ειπον δε μηδαμως κυριε οτι κοινον η ακαθαρτον ουδεποτε εισηλθεν εις το στομα μου απεκριθη δε εκ δευτερου φωνη vaεκ του ουρανου α ο θεος εκαθαρισεν συ μη κοινου 10 τουτο δε εγενετο επι τρις και ανεσπασθη παλιν απαντα εις τον ουρανον 11 και ιδου εξαυτης τρεις ανδρες επεστησαν επι την οικιαν εν η ημεν απεσταλμενοι απο καισαριας vaπρος με 12 ειπεν δε το πνευμα μοι συνελθειν αυτοις μηδεν διακριναντα ηλθον δε συν εμοι και οι εξ αδελφοι ουτοι και εισηλθομεν εις τον οικον του ανδρος 13 απηγγειλεν δε ημιν πως ειδεν τον vaαγγελον εν τω οικω αυτου σταθεντα και ειποντα αποστειλον εις ιοππην και μεταπεμψαι σιμωνα τον επικαλουμενον πετρον 14 ος λαλησει ρηματα προς σε εν οις σωθηση συ και πας ο οικος σου 15 εν δε τω αρξασθαι με λαλειν επεπεσεν το πνευμα το αγιον επ αυτους ωσπερ και εφ ημας εν αρχη 16 εμνησθην δε του ρηματος του κυριου ως ελεγεν ιωαννης μεν εβαπτισεν υδατι υμεις δε βαπτισθησεσθε εν πνευματι αγιω 17 ει ουν την ισην δωρεαν εδωκεν αυτοις ο θεος ως και ημιν πιστευσασιν επι τον κυριον ιησουν χριστον εγω τις ημην δυνατος κωλυσαι τον θεον 18 ακουσαντες δε ταυτα ησυχασαν και εδοξασαν τον θεον λεγοντες αρα και τοις εθνεσιν ο θεος την μετανοιαν εις ζωην εδωκεν 19 οι μεν ουν διασπαρεντες απο της θλιψεως της γενομενης επι στεφανω διηλθον εως φοινικης και κυπρου και αντιοχειας μηδενι λαλουντες τον λογον ει μη μονον ιουδαιοις 20 ησαν δε τινες εξ αυτων ανδρες κυπριοι και κυρηναιοι οιτινες ελθοντες εις αντιοχειαν ελαλουν και προς τους ελληνιστας ευαγγελιζομενοι τον κυριον ιησουν 21 και ην χειρ κυριου μετ αυτων πολυς τε αριθμος ο πιστευσας επεστρεψεν επι τον κυριον 22 ηκουσθη δε ο λογος εις τα ωτα της εκκλησιας της ουσης εν ιερουσαλημ περι αυτων και εξαπεστειλαν βαρναβαν vaεως αντιοχειας 23 ος παραγενομενος και ιδων την χαριν την vaτου θεου εχαρη και παρεκαλει παντας τη προθεσει της καρδιας προσμενειν [εν] vaτω κυριω 24 οτι ην ανηρ αγαθος και πληρης πνευματος αγιου και πιστεως και προσετεθη οχλος ικανος τω κυριω 25 εξηλθεν δε εις ταρσον αναζητησαι σαυλον 26 και ευρων ηγαγεν εις αντιοχειαν εγενετο δε αυτοις και ενιαυτον ολον συναχθηναι εν τη εκκλησια και διδαξαι οχλον ικανον χρηματισαι τε πρωτως εν αντιοχεια τους μαθητας χριστιανους 27 εν ταυταις δε ταις ημεραις κατηλθον απο ιεροσολυμων προφηται εις αντιοχειαν 28 αναστας δε εις εξ αυτων ονοματι αγαβος εσημαινεν vaδια του πνευματος λιμον μεγαλην μελλειν εσεσθαι εφ ολην την οικουμενην ητις εγενετο επι κλαυδιου 29 των δε μαθητων καθως ευπορειτο τις ωρισαν εκαστος αυτων εις διακονιαν πεμψαι τοις κατοικουσιν εν τη ιουδαια αδελφοις 30 ο και εποιησαν αποστειλαντες προς τους πρεσβυτερους δια χειρος βαρναβα και σαυλου
Copyright information for WHNU