Acts 12

κατ εκεινον δε τον καιρον επεβαλεν ηρωδης ο βασιλευς τας χειρας κακωσαι τινας των απο της εκκλησιας ανειλεν δε ιακωβον τον αδελφον ιωαννου μαχαιρη ιδων δε οτι αρεστον εστιν τοις ιουδαιοις προσεθετο συλλαβειν και πετρον ησαν δε vaημεραι των αζυμων ον και πιασας εθετο εις φυλακην παραδους τεσσαρσιν τετραδιοις στρατιωτων φυλασσειν αυτον βουλομενος μετα το πασχα αναγαγειν αυτον τω λαω ο μεν ουν πετρος ετηρειτο εν τη φυλακη προσευχη δε ην εκτενως γινομενη υπο της εκκλησιας προς τον θεον περι αυτου οτε δε ημελλεν προσαγαγειν vaαυτον ο ηρωδης τη νυκτι εκεινη ην ο πετρος κοιμωμενος μεταξυ δυο στρατιωτων δεδεμενος αλυσεσιν δυσιν φυλακες τε προ της θυρας ετηρουν την φυλακην και ιδου αγγελος κυριου επεστη και φως ελαμψεν εν τω οικηματι παταξας δε την πλευραν του πετρου ηγειρεν αυτον λεγων αναστα εν ταχει και εξεπεσαν αυτου αι αλυσεις εκ των χειρων ειπεν δε ο αγγελος προς αυτον ζωσαι και υποδησαι τα σανδαλια σου εποιησεν δε ουτως και λεγει αυτω περιβαλου το ιματιον σου και ακολουθει μοι και εξελθων ηκολουθει και ουκ ηδει οτι αληθες εστιν το γινομενον δια του αγγελου εδοκει δε οραμα βλεπειν 10 διελθοντες δε πρωτην φυλακην και δευτεραν ηλθαν επι την πυλην την σιδηραν την φερουσαν εις την πολιν ητις αυτοματη ηνοιγη αυτοις και εξελθοντες προηλθον ρυμην μιαν και ευθεως απεστη ο αγγελος απ αυτου 11 και ο πετρος εν εαυτω γενομενος ειπεν νυν οιδα αληθως οτι εξαπεστειλεν ο vaκυριος τον αγγελον αυτου και εξειλατο με εκ χειρος ηρωδου και πασης της προσδοκιας του λαου των ιουδαιων 12 συνιδων τε ηλθεν επι την οικιαν της μαριας της μητρος ιωαννου του επικαλουμενου μαρκου ου ησαν ικανοι συνηθροισμενοι και προσευχομενοι 13 κρουσαντος δε αυτου την θυραν του πυλωνος προσηλθεν παιδισκη υπακουσαι ονοματι ροδη 14 και επιγνουσα την φωνην του πετρου απο της χαρας ουκ ηνοιξεν τον πυλωνα εισδραμουσα δε απηγγειλεν εσταναι τον πετρον προ του πυλωνος 15 οι δε προς αυτην ειπαν μαινη η δε διισχυριζετο ουτως εχειν οι δε ελεγον ο αγγελος εστιν αυτου 16 ο δε πετρος επεμενεν κρουων ανοιξαντες δε ειδαν αυτον και εξεστησαν 17 κατασεισας δε αυτοις τη χειρι σιγαν διηγησατο αυτοις vaπως ο κυριος αυτον εξηγαγεν εκ της φυλακης ειπεν τε απαγγειλατε ιακωβω και τοις αδελφοις ταυτα και εξελθων επορευθη εις ετερον τοπον 18 γενομενης δε ημερας ην ταραχος ουκ ολιγος εν τοις στρατιωταις τι αρα ο πετρος εγενετο 19 ηρωδης δε επιζητησας αυτον και μη ευρων ανακρινας τους φυλακας εκελευσεν απαχθηναι και κατελθων απο της ιουδαιας εις καισαριαν vaδιετριβεν 20 ην δε θυμομαχων τυριοις και σιδωνιοις ομοθυμαδον δε παρησαν προς αυτον και πεισαντες βλαστον τον επι του κοιτωνος του βασιλεως ητουντο ειρηνην δια το τρεφεσθαι αυτων την χωραν απο της βασιλικης 21 τακτη δε ημερα [ο] vaηρωδης ενδυσαμενος εσθητα βασιλικην vaκαθισας επι του βηματος εδημηγορει προς αυτους 22 ο δε δημος επεφωνει θεου φωνη και ουκ ανθρωπου 23 παραχρημα δε επαταξεν αυτον αγγελος κυριου ανθ ων ουκ εδωκεν την δοξαν τω θεω και γενομενος σκωληκοβρωτος εξεψυξεν 24 ο δε λογος του κυριου vaηυξανεν και επληθυνετο 25 βαρναβας δε και σαυλος υπεστρεψαν εις ιερουσαλημ πληρωσαντες την διακονιαν συμπαραλαβοντες ιωαννην τον επικληθεντα μαρκον
Copyright information for WHNU