Acts 13

ησαν δε εν αντιοχεια κατα την ουσαν εκκλησιαν προφηται και διδασκαλοι ο τε βαρναβας και συμεων ο καλουμενος νιγερ και λουκιος ο κυρηναιος μαναην τε ηρωδου του τετρααρχου συντροφος και σαυλος λειτουργουντων δε αυτων τω κυριω και νηστευοντων ειπεν το πνευμα το αγιον αφορισατε δη μοι τον βαρναβαν και σαυλον εις το εργον ο προσκεκλημαι αυτους τοτε νηστευσαντες και προσευξαμενοι και επιθεντες τας χειρας αυτοις απελυσαν αυτοι μεν ουν εκπεμφθεντες υπο του αγιου πνευματος κατηλθον εις σελευκιαν vaεκειθεν τε απεπλευσαν εις κυπρον και γενομενοι εν σαλαμινι κατηγγελλον τον λογον του θεου εν ταις συναγωγαις των ιουδαιων ειχον δε και ιωαννην υπηρετην διελθοντες δε ολην την νησον αχρι παφου ευρον ανδρα τινα μαγον ψευδοπροφητην ιουδαιον ω ονομα βαριησους va ος ην συν τω ανθυπατω σεργιω παυλω ανδρι συνετω ουτος προσκαλεσαμενος βαρναβαν και σαυλον επεζητησεν ακουσαι τον λογον του θεου ανθιστατο δε αυτοις ελυμας ο μαγος ουτως γαρ μεθερμηνευεται το ονομα αυτου ζητων διαστρεψαι τον ανθυπατον απο της πιστεως σαυλος δε ο και παυλος πλησθεις πνευματος αγιου ατενισας εις αυτον 10 ειπεν ω πληρης παντος δολου και πασης ραδιουργιας υιε διαβολου εχθρε πασης δικαιοσυνης ου παυση διαστρεφων τας οδους του vaκυριου τας ευθειας 11 και νυν ιδου χειρ κυριου επι σε και εση τυφλος μη βλεπων τον ηλιον αχρι καιρου παραχρημα δε vaεπεσεν επ αυτον αχλυς και σκοτος και περιαγων εζητει χειραγωγους 12 τοτε ιδων ο ανθυπατος το γεγονος επιστευσεν εκπληττομενος vaεπι τη διδαχη του κυριου 13 αναχθεντες δε απο της παφου οι περι παυλον ηλθον εις περγην της παμφυλιας ιωαννης δε αποχωρησας απ αυτων υπεστρεψεν εις ιεροσολυμα 14 αυτοι δε διελθοντες απο της περγης παρεγενοντο εις αντιοχειαν την πισιδιαν και ελθοντες vaεις την συναγωγην τη ημερα των σαββατων εκαθισαν 15 μετα δε την αναγνωσιν του νομου και των προφητων απεστειλαν οι αρχισυναγωγοι προς αυτους λεγοντες ανδρες αδελφοι ει τις εστιν εν υμιν λογος παρακλησεως προς τον λαον λεγετε 16 αναστας δε παυλος και κατασεισας τη χειρι ειπεν ανδρες ισραηλιται και οι φοβουμενοι τον θεον ακουσατε 17 ο θεος του λαου τουτου ισραηλ εξελεξατο τους πατερας ημων και τον λαον υψωσεν εν τη παροικια εν γη αιγυπτου και μετα βραχιονος υψηλου εξηγαγεν αυτους εξ αυτης 18 και ως τεσσερακονταετη χρονον ετροποφορησεν αυτους εν τη ερημω 19  vaκαθελων εθνη επτα εν γη χανααν κατεκληρονομησεν την γην αυτων 20 ως ετεσιν τετρακοσιοις και πεντηκοντα και μετα ταυτα εδωκεν κριτας εως σαμουηλ vaπροφητου 21 κακειθεν ητησαντο βασιλεα και εδωκεν αυτοις ο θεος τον σαουλ υιον κεις vaανδρα εκ φυλης βενιαμειν vaετη τεσσερακοντα 22 και μεταστησας αυτον ηγειρεν τον δαυιδ αυτοις εις βασιλεα ω και ειπεν μαρτυρησας ευρον δαυιδ τον του ιεσσαι [ανδρα] vaκατα την καρδιαν μου ος ποιησει παντα τα θεληματα μου 23 τουτου ο θεος απο του σπερματος κατ επαγγελιαν ηγαγεν τω ισραηλ σωτηρα ιησουν 24 προκηρυξαντος ιωαννου προ προσωπου της εισοδου αυτου βαπτισμα μετανοιας παντι τω λαω ισραηλ 25 ως δε επληρου ιωαννης τον δρομον ελεγεν τι εμε υπονοειτε ειναι ουκ ειμι εγω αλλ ιδου ερχεται μετ εμε ου ουκ ειμι αξιος το υποδημα των ποδων λυσαι 26 ανδρες αδελφοι υιοι γενους αβρααμ και οι εν υμιν φοβουμενοι τον θεον ημιν ο λογος της σωτηριας ταυτης εξαπεσταλη 27 οι γαρ κατοικουντες εν ιερουσαλημ και οι αρχοντες αυτων τουτον αγνοησαντες και τας φωνας των προφητων τας κατα παν σαββατον αναγινωσκομενας κριναντες επληρωσαν 28 και μηδεμιαν αιτιαν θανατου ευροντες ητησαντο πιλατον αναιρεθηναι αυτον 29 ως δε ετελεσαν παντα τα περι αυτου γεγραμμενα καθελοντες απο του ξυλου εθηκαν εις μνημειον 30 ο δε θεος ηγειρεν αυτον εκ νεκρων 31 ος ωφθη επι ημερας πλειους τοις συναναβασιν αυτω απο της γαλιλαιας εις ιερουσαλημ οιτινες [νυν] εισιν μαρτυρες αυτου προς τον λαον 32 και ημεις υμας ευαγγελιζομεθα την προς τους πατερας επαγγελιαν γενομενην (13:33) οτι ταυτην ο θεος εκπεπληρωκεν τοις τεκνοις ημων vaαναστησας ιησουν 33 ως και εν τω ψαλμω γεγραπται τω δευτερω υιος μου ει συ εγω σημερον γεγεννηκα σε 34 οτι δε ανεστησεν αυτον εκ νεκρων μηκετι μελλοντα υποστρεφειν εις διαφθοραν ουτως ειρηκεν οτι δωσω υμιν τα οσια δαυιδ τα πιστα 35 διοτι και εν ετερω λεγει ου δωσεις τον οσιον σου ιδειν διαφθοραν 36 δαυιδ μεν γαρ ιδια γενεα υπηρετησας τη του θεου βουλη εκοιμηθη και προσετεθη προς τους πατερας αυτου και ειδεν διαφθοραν 37 ον δε ο θεος ηγειρεν ουκ ειδεν διαφθοραν 38 γνωστον ουν εστω υμιν ανδρες αδελφοι οτι δια τουτου υμιν αφεσις αμαρτιων καταγγελλεται 39 και vaαπο παντων ων ουκ ηδυνηθητε εν νομω μωυσεως δικαιωθηναι (13:39) εν τουτω πας ο πιστευων δικαιουται 40 βλεπετε ουν μη επελθη το ειρημενον εν τοις προφηταις 41 ιδετε οι καταφρονηται και θαυμασατε και αφανισθητε οτι εργον εργαζομαι εγω εν ταις ημεραις υμων εργον ο ου μη πιστευσητε εαν τις εκδιηγηται υμιν 42 εξιοντων δε αυτων παρεκαλουν εις το μεταξυ σαββατον λαληθηναι αυτοις τα ρηματα ταυτα 43 λυθεισης δε της συναγωγης ηκολουθησαν πολλοι των ιουδαιων και των σεβομενων προσηλυτων τω παυλω και τω βαρναβα οιτινες προσλαλουντες αυτοις επειθον αυτους προσμενειν τη χαριτι του θεου 44 τω δε ερχομενω σαββατω σχεδον πασα η πολις συνηχθη ακουσαι τον λογον του θεου va 45 ιδοντες δε οι ιουδαιοι τους οχλους επλησθησαν ζηλου και αντελεγον τοις υπο παυλου λαλουμενοις βλασφημουντες 46 παρρησιασαμενοι τε ο παυλος και ο βαρναβας ειπαν υμιν ην αναγκαιον πρωτον λαληθηναι τον λογον του θεου επειδη απωθεισθε αυτον και ουκ αξιους κρινετε εαυτους της αιωνιου ζωης ιδου στρεφομεθα εις τα εθνη 47 ουτως γαρ εντεταλται ημιν ο κυριος τεθεικα σε εις φως εθνων του ειναι σε εις σωτηριαν εως εσχατου της γης 48 ακουοντα δε τα εθνη εχαιρον και εδοξαζον τον λογον του θεου vaκαι επιστευσαν οσοι ησαν τεταγμενοι εις ζωην αιωνιον 49 διεφερετο δε ο λογος του κυριου δι ολης της χωρας 50 οι δε ιουδαιοι παρωτρυναν τας σεβομενας γυναικας τας ευσχημονας και τους πρωτους της πολεως και επηγειραν διωγμον επι τον παυλον και βαρναβαν και εξεβαλον αυτους απο των οριων αυτων 51 οι δε εκτιναξαμενοι τον κονιορτον των ποδων επ αυτους ηλθον εις ικονιον 52 οι τε μαθηται επληρουντο χαρας και πνευματος αγιου
Copyright information for WHNU