Acts 14

εγενετο δε εν ικονιω κατα το αυτο εισελθειν αυτους εις την συναγωγην των ιουδαιων και λαλησαι ουτως ωστε πιστευσαι ιουδαιων τε και ελληνων πολυ πληθος οι δε απειθησαντες ιουδαιοι επηγειραν και εκακωσαν τας ψυχας των εθνων κατα των αδελφων ικανον μεν ουν χρονον διετριψαν παρρησιαζομενοι επι τω κυριω τω μαρτυρουντι vaτω λογω της χαριτος αυτου διδοντι σημεια και τερατα γινεσθαι δια των χειρων αυτων εσχισθη δε το πληθος της πολεως και οι μεν ησαν συν τοις ιουδαιοις οι δε συν τοις αποστολοις ως δε εγενετο ορμη των εθνων τε και ιουδαιων συν τοις αρχουσιν αυτων υβρισαι και λιθοβολησαι αυτους συνιδοντες κατεφυγον εις τας πολεις της λυκαονιας λυστραν και δερβην και την περιχωρον κακει ευαγγελιζομενοι ησαν και τις ανηρ αδυνατος εν λυστροις τοις ποσιν εκαθητο χωλος εκ κοιλιας μητρος αυτου ος ουδεποτε περιεπατησεν ουτος ηκουεν vaτου παυλου λαλουντος ος ατενισας αυτω και ιδων οτι εχει πιστιν του σωθηναι 10 ειπεν μεγαλη φωνη αναστηθι επι τους ποδας σου ορθος και ηλατο και περιεπατει 11 οι τε οχλοι ιδοντες ο εποιησεν παυλος επηραν την φωνην αυτων λυκαονιστι λεγοντες οι θεοι ομοιωθεντες ανθρωποις κατεβησαν προς ημας 12 εκαλουν τε τον βαρναβαν δια τον δε παυλον ερμην επειδη αυτος ην ο ηγουμενος του λογου 13 ο τε ιερευς του διος του οντος προ της πολεως ταυρους και στεμματα επι τους πυλωνας ενεγκας συν τοις οχλοις ηθελεν θυειν 14 ακουσαντες δε οι αποστολοι βαρναβας και παυλος διαρρηξαντες τα ιματια εαυτων vaεξεπηδησαν εις τον οχλον κραζοντες 15 και λεγοντες ανδρες τι ταυτα ποιειτε και ημεις ομοιοπαθεις εσμεν υμιν ανθρωποι ευαγγελιζομενοι υμας απο τουτων των ματαιων επιστρεφειν επι θεον ζωντα ος εποιησεν τον ουρανον και την γην και την θαλασσαν και παντα τα εν αυτοις 16 ος εν ταις παρωχημεναις γενεαις ειασεν παντα τα εθνη πορευεσθαι ταις οδοις αυτων 17 καιτοι ουκ αμαρτυρον αυτον vaαφηκεν αγαθουργων ουρανοθεν υμιν υετους διδους και καιρους καρποφορους εμπιπλων τροφης και ευφροσυνης τας καρδιας υμων 18 και ταυτα λεγοντες μολις κατεπαυσαν τους οχλους του μη θυειν αυτοις 19 επηλθαν δε απο αντιοχειας και ικονιου ιουδαιοι και πεισαντες τους οχλους και λιθασαντες τον παυλον εσυρον εξω της πολεως νομιζοντες αυτον τεθνηκεναι 20 κυκλωσαντων δε των μαθητων αυτον αναστας εισηλθεν εις την πολιν και τη επαυριον εξηλθεν συν τω βαρναβα εις δερβην 21 ευαγγελισαμενοι τε την πολιν εκεινην και μαθητευσαντες ικανους υπεστρεψαν εις την λυστραν και εις ικονιον και [εις] vaαντιοχειαν 22 επιστηριζοντες τας ψυχας των μαθητων παρακαλουντες εμμενειν τη πιστει και οτι δια πολλων θλιψεων δει ημας εισελθειν εις την βασιλειαν του θεου 23 χειροτονησαντες δε αυτοις κατ εκκλησιαν πρεσβυτερους προσευξαμενοι μετα νηστειων παρεθεντο αυτους τω κυριω εις ον πεπιστευκεισαν 24 και διελθοντες την πισιδιαν ηλθαν vaεις την παμφυλιαν 25 και λαλησαντες εν περγη τον λογον κατεβησαν εις ατταλειαν 26 κακειθεν απεπλευσαν εις αντιοχειαν οθεν ησαν παραδεδομενοι τη χαριτι του θεου εις το εργον ο επληρωσαν 27 παραγενομενοι δε και συναγαγοντες την εκκλησιαν ανηγγελλον οσα εποιησεν ο θεος μετ αυτων και οτι ηνοιξεν τοις εθνεσιν θυραν πιστεως 28 διετριβον δε χρονον ουκ ολιγον συν τοις μαθηταις
Copyright information for WHNU