Acts 15

και τινες κατελθοντες απο της ιουδαιας εδιδασκον τους αδελφους οτι εαν μη περιτμηθητε τω εθει τω μωυσεως ου δυνασθε σωθηναι γενομενης δε στασεως και ζητησεως ουκ ολιγης τω παυλω και τω βαρναβα προς αυτους εταξαν αναβαινειν παυλον και βαρναβαν και τινας αλλους εξ αυτων προς τους αποστολους και πρεσβυτερους εις ιερουσαλημ περι του ζητηματος τουτου οι μεν ουν προπεμφθεντες υπο της εκκλησιας διηρχοντο την τε φοινικην και σαμαριαν vaεκδιηγουμενοι την επιστροφην των εθνων και εποιουν χαραν μεγαλην πασιν τοις αδελφοις παραγενομενοι δε εις ιεροσολυμα vaπαρεδεχθησαν απο της εκκλησιας και των αποστολων και των πρεσβυτερων ανηγγειλαν τε οσα ο θεος εποιησεν μετ αυτων εξανεστησαν δε τινες των απο της αιρεσεως των φαρισαιων πεπιστευκοτες λεγοντες οτι δει περιτεμνειν αυτους παραγγελλειν τε τηρειν τον νομον μωυσεως συνηχθησαν τε οι αποστολοι και οι πρεσβυτεροι ιδειν περι του λογου τουτου πολλης δε ζητησεως γενομενης αναστας πετρος ειπεν προς αυτους ανδρες αδελφοι υμεις επιστασθε οτι αφ ημερων αρχαιων εν υμιν εξελεξατο ο θεος δια του στοματος μου ακουσαι τα εθνη τον λογον του ευαγγελιου και πιστευσαι και ο καρδιογνωστης θεος εμαρτυρησεν αυτοις δους το πνευμα το αγιον καθως και ημιν και ουθεν διεκρινεν μεταξυ ημων τε και αυτων τη πιστει καθαρισας τας καρδιας αυτων 10 νυν ουν τι πειραζετε τον θεον επιθειναι ζυγον επι τον τραχηλον των μαθητων ον ουτε οι πατερες ημων ουτε ημεις ισχυσαμεν βαστασαι 11 αλλα δια της χαριτος του κυριου ιησου πιστευομεν σωθηναι καθ ον τροπον κακεινοι 12 εσιγησεν δε παν το πληθος και ηκουον βαρναβα και παυλου εξηγουμενων οσα εποιησεν ο θεος σημεια και τερατα εν τοις εθνεσιν δι αυτων 13 μετα δε το σιγησαι αυτους απεκριθη ιακωβος λεγων ανδρες αδελφοι ακουσατε μου 14 συμεων εξηγησατο καθως πρωτον ο θεος επεσκεψατο λαβειν εξ εθνων λαον τω ονοματι αυτου 15 και τουτω συμφωνουσιν οι λογοι των προφητων καθως γεγραπται 16 μετα ταυτα αναστρεψω και ανοικοδομησω την σκηνην δαυιδ την πεπτωκυιαν και τα κατεστραμμενα vaαυτης ανοικοδομησω και ανορθωσω αυτην 17 οπως αν εκζητησωσιν οι καταλοιποι των ανθρωπων τον κυριον και παντα τα εθνη εφ ους επικεκληται το ονομα μου επ αυτους λεγει κυριος ποιων ταυτα 18 γνωστα απ αιωνος 19 διο εγω κρινω μη παρενοχλειν τοις απο των εθνων επιστρεφουσιν επι τον θεον 20 αλλα επιστειλαι αυτοις του απεχεσθαι των αλισγηματων των ειδωλων και της πορνειας και vaπνικτου και του αιματος 21 μωυσης γαρ εκ γενεων αρχαιων κατα πολιν τους κηρυσσοντας αυτον εχει εν ταις συναγωγαις κατα παν σαββατον αναγινωσκομενος 22 τοτε εδοξεν τοις αποστολοις και τοις πρεσβυτεροις συν ολη τη εκκλησια εκλεξαμενους ανδρας εξ αυτων πεμψαι εις αντιοχειαν συν τω παυλω και βαρναβα ιουδαν τον καλουμενον βαρσαββαν και σιλαν ανδρας ηγουμενους εν τοις αδελφοις 23 γραψαντες δια χειρος αυτων οι αποστολοι και οι πρεσβυτεροι αδελφοι τοις κατα την αντιοχειαν και συριαν και κιλικιαν αδελφοις τοις εξ εθνων χαιρειν 24 επειδη ηκουσαμεν οτι τινες εξ ημων vaεταραξαν υμας λογοις ανασκευαζοντες τας ψυχας υμων οις ου διεστειλαμεθα 25 εδοξεν ημιν γενομενοις ομοθυμαδον εκλεξαμενοις ανδρας πεμψαι προς υμας συν τοις αγαπητοις ημων βαρναβα και παυλω 26 ανθρωποις παραδεδωκοσιν τας ψυχας αυτων υπερ του ονοματος του κυριου ημων ιησου χριστου 27 απεσταλκαμεν ουν ιουδαν και σιλαν και αυτους δια λογου απαγγελλοντας τα αυτα 28 εδοξεν γαρ τω πνευματι τω αγιω και ημιν μηδεν πλεον επιτιθεσθαι υμιν βαρος πλην τουτων των επαναγκες 29 απεχεσθαι ειδωλοθυτων και αιματος και πνικτων και πορνειας εξ ων διατηρουντες εαυτους ευ πραξετε ερρωσθε 30 οι μεν ουν απολυθεντες κατηλθον εις αντιοχειαν και συναγαγοντες το πληθος επεδωκαν την επιστολην 31 αναγνοντες δε εχαρησαν επι τη παρακλησει 32 ιουδας τε και σιλας και αυτοι προφηται οντες δια λογου πολλου παρεκαλεσαν τους αδελφους και επεστηριξαν 33 ποιησαντες δε χρονον απελυθησαν μετ ειρηνης απο των αδελφων προς τους αποστειλαντας αυτους 35 παυλος δε και βαρναβας διετριβον εν αντιοχεια διδασκοντες και ευαγγελιζομενοι μετα και ετερων πολλων τον λογον του κυριου 36 μετα δε τινας ημερας ειπεν προς βαρναβαν παυλος επιστρεψαντες δη επισκεψωμεθα τους αδελφους κατα πολιν πασαν εν αις κατηγγειλαμεν τον λογον του κυριου πως εχουσιν 37 βαρναβας δε εβουλετο συμπαραλαβειν και τον ιωαννην τον καλουμενον μαρκον 38 παυλος δε ηξιου τον αποσταντα απ αυτων απο παμφυλιας και μη συνελθοντα αυτοις εις το εργον μη συμπαραλαμβανειν τουτον 39 εγενετο δε παροξυσμος ωστε αποχωρισθηναι αυτους απ αλληλων τον τε βαρναβαν παραλαβοντα τον μαρκον εκπλευσαι εις κυπρον 40 παυλος δε επιλεξαμενος σιλαν εξηλθεν παραδοθεις τη χαριτι του κυριου υπο των αδελφων 41 διηρχετο δε την συριαν και [την] κιλικιαν επιστηριζων τας εκκλησιας
Copyright information for WHNU