Acts 16

κατηντησεν δε και vaεις δερβην και εις λυστραν και ιδου μαθητης τις ην εκει ονοματι τιμοθεος υιος γυναικος ιουδαιας πιστης πατρος δε ελληνος ος εμαρτυρειτο υπο των εν λυστροις και ικονιω αδελφων τουτον ηθελησεν ο παυλος συν αυτω εξελθειν και λαβων περιετεμεν αυτον δια τους ιουδαιους τους οντας εν τοις τοποις εκεινοις ηδεισαν γαρ απαντες οτι ελλην ο πατηρ αυτου υπηρχεν ως δε διεπορευοντο τας πολεις παρεδιδοσαν αυτοις φυλασσειν τα δογματα τα κεκριμενα υπο των αποστολων και πρεσβυτερων των εν ιεροσολυμοις αι μεν ουν εκκλησιαι εστερεουντο τη πιστει και επερισσευον τω αριθμω καθ ημεραν διηλθον δε την φρυγιαν και γαλατικην χωραν κωλυθεντες υπο του αγιου πνευματος λαλησαι τον λογον εν τη ασια ελθοντες δε κατα την μυσιαν επειραζον εις την βιθυνιαν πορευθηναι και ουκ ειασεν αυτους το πνευμα ιησου παρελθοντες δε την μυσιαν κατεβησαν εις τρωαδα και οραμα δια vaνυκτος τω παυλω ωφθη ανηρ μακεδων τις ην εστως και παρακαλων αυτον και λεγων διαβας εις μακεδονιαν βοηθησον ημιν 10 ως δε το οραμα ειδεν ευθεως εζητησαμεν εξελθειν εις μακεδονιαν συμβιβαζοντες οτι προσκεκληται ημας ο θεος ευαγγελισασθαι αυτους 11 αναχθεντες ουν vaαπο τρωαδος ευθυδρομησαμεν εις σαμοθρακην τη δε επιουση εις νεαν πολιν 12 κακειθεν εις φιλιππους ητις εστιν πρωτη της μεριδος vaμακεδονιας πολις κολωνια ημεν δε εν ταυτη τη πολει διατριβοντες ημερας τινας 13 τη τε ημερα των σαββατων εξηλθομεν εξω της πυλης παρα ποταμον ου ενομιζομεν προσευχην ειναι και καθισαντες ελαλουμεν ταις συνελθουσαις γυναιξιν 14 και τις γυνη ονοματι λυδια πορφυροπωλις πολεως θυατειρων σεβομενη τον θεον ηκουεν ης ο κυριος διηνοιξεν την καρδιαν προσεχειν τοις λαλουμενοις υπο vaπαυλου 15 ως δε εβαπτισθη και ο οικος αυτης παρεκαλεσεν λεγουσα ει κεκρικατε με πιστην τω κυριω ειναι εισελθοντες εις τον οικον μου μενετε και παρεβιασατο ημας 16 εγενετο δε πορευομενων ημων εις την προσευχην παιδισκην τινα εχουσαν πνευμα πυθωνα υπαντησαι ημιν ητις εργασιαν πολλην παρειχεν τοις κυριοις αυτης μαντευομενη 17 αυτη κατακολουθουσα [τω] vaπαυλω και ημιν εκραζεν λεγουσα ουτοι οι ανθρωποι δουλοι του θεου του υψιστου εισιν οιτινες καταγγελλουσιν υμιν οδον σωτηριας 18 τουτο δε εποιει επι πολλας ημερας διαπονηθεις δε παυλος και επιστρεψας τω πνευματι ειπεν παραγγελλω σοι εν ονοματι ιησου χριστου εξελθειν απ αυτης και εξηλθεν αυτη τη ωρα 19 ιδοντες δε οι κυριοι αυτης οτι εξηλθεν η ελπις της εργασιας αυτων επιλαβομενοι τον παυλον και τον σιλαν ειλκυσαν εις την αγοραν επι τους αρχοντας 20 και προσαγαγοντες αυτους τοις στρατηγοις ειπαν ουτοι οι ανθρωποι εκταρασσουσιν ημων την πολιν ιουδαιοι υπαρχοντες 21 και καταγγελλουσιν εθη α ουκ εξεστιν ημιν παραδεχεσθαι ουδε ποιειν ρωμαιοις ουσιν 22 και συνεπεστη ο οχλος κατ αυτων και οι στρατηγοι περιρηξαντες αυτων τα ιματια εκελευον ραβδιζειν 23 πολλας δε vaεπιθεντες αυτοις πληγας εβαλον εις φυλακην παραγγειλαντες τω δεσμοφυλακι ασφαλως τηρειν αυτους 24 ος παραγγελιαν τοιαυτην λαβων εβαλεν αυτους εις την εσωτεραν φυλακην και τους ποδας ησφαλισατο αυτων εις το ξυλον 25 κατα δε το μεσονυκτιον παυλος και σιλας προσευχομενοι υμνουν τον θεον επηκροωντο δε αυτων οι δεσμιοι 26 αφνω δε σεισμος εγενετο μεγας ωστε σαλευθηναι τα θεμελια του δεσμωτηριου ηνεωχθησαν δε [παραχρημα] vaαι θυραι πασαι και παντων τα δεσμα ανεθη 27 εξυπνος δε γενομενος ο δεσμοφυλαξ και ιδων ανεωγμενας τας θυρας της φυλακης σπασαμενος την vaμαχαιραν ημελλεν εαυτον αναιρειν νομιζων εκπεφευγεναι τους δεσμιους 28 εφωνησεν δε παυλος μεγαλη φωνη vaλεγων μηδεν πραξης σεαυτω κακον απαντες γαρ εσμεν ενθαδε 29 αιτησας δε φωτα εισεπηδησεν και εντρομος γενομενος προσεπεσεν τω παυλω και vaσιλα 30 και προαγαγων αυτους εξω εφη κυριοι τι με δει ποιειν ινα σωθω 31 οι δε ειπαν πιστευσον επι τον κυριον ιησουν και σωθηση συ και ο οικος σου 32 και ελαλησαν αυτω τον λογον του θεου vaσυν πασιν τοις εν τη οικια αυτου 33 και παραλαβων αυτους εν εκεινη τη ωρα της νυκτος ελουσεν απο των πληγων και εβαπτισθη αυτος και οι αυτου απαντες vaπαραχρημα 34 αναγαγων τε αυτους εις τον οικον παρεθηκεν τραπεζαν και ηγαλλιασατο πανοικει πεπιστευκως τω θεω 35 ημερας δε γενομενης απεστειλαν οι στρατηγοι τους ραβδουχους λεγοντες απολυσον τους ανθρωπους εκεινους 36 απηγγειλεν δε ο δεσμοφυλαξ τους λογους vaπρος τον παυλον οτι απεσταλκαν οι στρατηγοι ινα απολυθητε νυν ουν εξελθοντες πορευεσθε εν ειρηνη 37 ο δε παυλος εφη προς αυτους δειραντες ημας δημοσια ακατακριτους ανθρωπους ρωμαιους υπαρχοντας εβαλαν εις φυλακην και νυν λαθρα ημας εκβαλλουσιν ου γαρ αλλα ελθοντες αυτοι ημας εξαγαγετωσαν 38 απηγγειλαν δε τοις στρατηγοις οι ραβδουχοι τα ρηματα ταυτα εφοβηθησαν δε ακουσαντες οτι ρωμαιοι εισιν 39 και ελθοντες παρεκαλεσαν αυτους και εξαγαγοντες ηρωτων απελθειν απο της πολεως 40 εξελθοντες δε απο της φυλακης εισηλθον προς την λυδιαν και ιδοντες παρεκαλεσαν τους αδελφους και εξηλθαν
Copyright information for WHNU