Acts 17

διοδευσαντες δε την αμφιπολιν και την απολλωνιαν ηλθον εις θεσσαλονικην οπου ην συναγωγη των ιουδαιων κατα δε το ειωθος τω παυλω εισηλθεν προς αυτους και επι σαββατα τρια διελεξατο αυτοις απο των γραφων διανοιγων και παρατιθεμενος οτι τον χριστον εδει παθειν και αναστηναι εκ νεκρων και οτι ουτος εστιν ο χριστος ο vaιησους ον εγω καταγγελλω υμιν και τινες εξ αυτων επεισθησαν και προσεκληρωθησαν τω παυλω και [τω] vaσιλα των τε σεβομενων ελληνων πληθος πολυ γυναικων τε των πρωτων ουκ ολιγαι ζηλωσαντες δε οι ιουδαιοι και προσλαβομενοι των αγοραιων ανδρας τινας πονηρους και οχλοποιησαντες εθορυβουν την πολιν και επισταντες τη οικια ιασονος εζητουν αυτους προαγαγειν εις τον δημον μη ευροντες δε αυτους εσυρον ιασονα και τινας αδελφους επι τους πολιταρχας βοωντες οτι οι την οικουμενην αναστατωσαντες ουτοι και ενθαδε παρεισιν ους υποδεδεκται ιασων και ουτοι παντες απεναντι των δογματων καισαρος πρασσουσιν βασιλεα ετερον λεγοντες ειναι ιησουν εταραξαν δε τον οχλον και τους πολιταρχας ακουοντας ταυτα και λαβοντες το ικανον παρα του ιασονος και των λοιπων απελυσαν αυτους 10 οι δε αδελφοι ευθεως δια νυκτος εξεπεμψαν τον τε παυλον και τον σιλαν εις βεροιαν οιτινες παραγενομενοι εις την συναγωγην των ιουδαιων απηεσαν 11 ουτοι δε ησαν ευγενεστεροι των εν θεσσαλονικη οιτινες εδεξαντο τον λογον μετα πασης προθυμιας [το] vaκαθ ημεραν ανακρινοντες τας γραφας ει εχοι ταυτα ουτως 12 πολλοι μεν ουν εξ αυτων επιστευσαν και των ελληνιδων γυναικων των ευσχημονων και ανδρων ουκ ολιγοι 13 ως δε εγνωσαν οι απο της θεσσαλονικης ιουδαιοι οτι και εν τη βεροια κατηγγελη υπο του παυλου ο λογος του θεου ηλθον κακει σαλευοντες και ταρασσοντες τους οχλους 14 ευθεως δε τοτε τον παυλον εξαπεστειλαν οι αδελφοι πορευεσθαι εως επι την θαλασσαν υπεμειναν τε ο τε σιλας και ο τιμοθεος εκει 15 οι δε καθιστανοντες τον παυλον ηγαγον εως αθηνων και λαβοντες εντολην προς τον σιλαν και τον τιμοθεον ινα ως ταχιστα ελθωσιν προς αυτον εξηεσαν 16 εν δε ταις αθηναις εκδεχομενου αυτους του παυλου παρωξυνετο το πνευμα αυτου εν αυτω θεωρουντος κατειδωλον ουσαν την πολιν 17 διελεγετο μεν ουν εν τη συναγωγη τοις ιουδαιοις και τοις σεβομενοις και εν τη αγορα κατα πασαν ημεραν προς τους παρατυγχανοντας 18 τινες δε και των επικουρειων και στωικων vaφιλοσοφων συνεβαλλον αυτω και τινες ελεγον τι αν θελοι ο σπερμολογος ουτος λεγειν οι δε ξενων δαιμονιων δοκει καταγγελευς ειναι οτι τον ιησουν και την αναστασιν ευηγγελιζετο 19 επιλαβομενοι δε vaαυτου επι τον αρειον παγον ηγαγον λεγοντες δυναμεθα γνωναι τις η καινη αυτη [η] vaυπο σου λαλουμενη διδαχη 20 ξενιζοντα γαρ τινα εισφερεις εις τας ακοας ημων βουλομεθα ουν γνωναι τινα θελει ταυτα ειναι 21 αθηναιοι δε παντες και οι επιδημουντες ξενοι εις ουδεν ετερον ηυκαιρουν η λεγειν τι η ακουειν τι καινοτερον 22 σταθεις δε vaπαυλος εν μεσω του αρειου παγου εφη ανδρες αθηναιοι κατα παντα ως δεισιδαιμονεστερους υμας θεωρω 23 διερχομενος γαρ και αναθεωρων τα σεβασματα υμων ευρον και βωμον εν ω επεγεγραπτο αγνωστω θεω ο ουν αγνοουντες ευσεβειτε τουτο εγω καταγγελλω υμιν 24 ο θεος ο ποιησας τον κοσμον και παντα τα εν αυτω ουτος ουρανου και γης υπαρχων κυριος ουκ εν χειροποιητοις ναοις κατοικει 25 ουδε υπο χειρων ανθρωπινων θεραπευεται προσδεομενος τινος αυτος διδους πασιν ζωην και πνοην και τα παντα 26 εποιησεν τε εξ ενος παν εθνος ανθρωπων κατοικειν επι παντος προσωπου της γης ορισας προστεταγμενους καιρους και τας οροθεσιας της κατοικιας αυτων 27 ζητειν τον θεον ει αρα γε ψηλαφησειαν αυτον και ευροιεν και γε ου μακραν απο ενος εκαστου ημων υπαρχοντα 28 εν αυτω γαρ ζωμεν και κινουμεθα και εσμεν ως και τινες των καθ υμας ποιητων ειρηκασιν του γαρ και γενος εσμεν 29 γενος ουν υπαρχοντες του θεου ουκ οφειλομεν νομιζειν χρυσω η αργυρω η λιθω χαραγματι τεχνης και ενθυμησεως ανθρωπου το θειον ειναι ομοιον 30 τους μεν ουν χρονους της αγνοιας υπεριδων ο θεος τα νυν απαγγελλει vaτοις ανθρωποις παντας πανταχου μετανοειν 31 καθοτι εστησεν ημεραν εν η μελλει κρινειν την οικουμενην εν δικαιοσυνη εν ανδρι ω ωρισεν πιστιν παρασχων πασιν αναστησας αυτον εκ νεκρων 32 ακουσαντες δε αναστασιν νεκρων οι μεν εχλευαζον οι δε ειπαν ακουσομεθα σου περι τουτου και παλιν 33 ουτως ο παυλος εξηλθεν εκ μεσου αυτων 34 τινες δε ανδρες κολληθεντες αυτω επιστευσαν εν οις και διονυσιος [ο] vaαρεοπαγιτης και γυνη ονοματι δαμαρις και ετεροι συν αυτοις
Copyright information for WHNU