Acts 18

μετα ταυτα χωρισθεις εκ των αθηνων ηλθεν εις κορινθον και ευρων τινα ιουδαιον ονοματι ακυλαν ποντικον τω γενει προσφατως εληλυθοτα απο της ιταλιας και πρισκιλλαν γυναικα αυτου δια το διατεταχεναι κλαυδιον χωριζεσθαι παντας τους ιουδαιους απο της ρωμης προσηλθεν αυτοις και δια το ομοτεχνον ειναι εμενεν παρ αυτοις και ηργαζοντο vaησαν γαρ σκηνοποιοι τη τεχνη διελεγετο δε εν τη συναγωγη κατα παν σαββατον επειθεν τε ιουδαιους και ελληνας ως δε κατηλθον απο της μακεδονιας ο τε σιλας και ο τιμοθεος συνειχετο τω λογω ο παυλος διαμαρτυρομενος τοις ιουδαιοις ειναι τον χριστον ιησουν αντιτασσομενων δε αυτων και βλασφημουντων εκτιναξαμενος τα ιματια ειπεν προς αυτους το αιμα υμων επι την κεφαλην υμων καθαρος εγω απο του νυν εις τα εθνη πορευσομαι και μεταβας εκειθεν ηλθεν vaεις οικιαν τινος ονοματι τιτιου ιουστου σεβομενου τον θεον ου η οικια ην συνομορουσα τη συναγωγη κρισπος δε ο αρχισυναγωγος επιστευσεν τω κυριω συν ολω τω οικω αυτου και πολλοι των κορινθιων ακουοντες επιστευον και εβαπτιζοντο ειπεν δε ο κυριος εν νυκτι δι οραματος τω παυλω μη φοβου αλλα λαλει και μη σιωπησης 10 διοτι εγω ειμι μετα σου και ουδεις επιθησεται σοι του κακωσαι σε διοτι λαος εστιν μοι πολυς εν τη πολει ταυτη 11 εκαθισεν δε ενιαυτον και μηνας εξ διδασκων εν αυτοις τον λογον του θεου 12 γαλλιωνος δε ανθυπατου οντος της αχαιας κατεπεστησαν οι ιουδαιοι ομοθυμαδον vaτω παυλω και ηγαγον αυτον επι το βημα 13 λεγοντες οτι παρα τον νομον αναπειθει ουτος τους ανθρωπους σεβεσθαι τον θεον 14 μελλοντος δε του παυλου ανοιγειν το στομα ειπεν ο γαλλιων προς τους ιουδαιους ει μεν ην αδικημα τι η ραδιουργημα πονηρον ω ιουδαιοι κατα λογον αν ανεσχομην υμων 15 ει δε ζητηματα εστιν περι λογου και ονοματων και νομου του καθ υμας οψεσθε αυτοι κριτης εγω τουτων ου βουλομαι ειναι 16 και απηλασεν αυτους απο του βηματος 17 επιλαβομενοι δε παντες σωσθενην τον αρχισυναγωγον ετυπτον εμπροσθεν του βηματος και ουδεν τουτων τω γαλλιωνι εμελεν 18 ο δε παυλος ετι προσμεινας ημερας ικανας τοις αδελφοις αποταξαμενος εξεπλει εις την συριαν και συν αυτω πρισκιλλα και ακυλας κειραμενος εν κεγχρεαις την κεφαλην ειχεν γαρ ευχην 19 κατηντησαν δε εις εφεσον κακεινους κατελιπεν αυτου αυτος δε εισελθων εις την συναγωγην διελεξατο τοις ιουδαιοις 20 ερωτωντων δε αυτων επι πλειονα χρονον μειναι ουκ επενευσεν 21 αλλα αποταξαμενος και ειπων παλιν ανακαμψω προς υμας του θεου θελοντος ανηχθη απο της εφεσου 22 και κατελθων εις καισαριαν vaαναβας και ασπασαμενος την εκκλησιαν κατεβη εις αντιοχειαν 23 και ποιησας χρονον τινα εξηλθεν διερχομενος καθεξης την γαλατικην χωραν και φρυγιαν στηριζων vaπαντας τους μαθητας 24 ιουδαιος δε τις απολλως ονοματι αλεξανδρευς τω γενει ανηρ λογιος κατηντησεν εις εφεσον δυνατος ων εν ταις γραφαις 25 ουτος ην κατηχημενος την οδον του κυριου και ζεων τω πνευματι ελαλει και εδιδασκεν ακριβως τα περι του ιησου επισταμενος μονον το βαπτισμα ιωαννου 26 ουτος τε ηρξατο παρρησιαζεσθαι εν τη συναγωγη ακουσαντες δε αυτου πρισκιλλα και ακυλας προσελαβοντο αυτον και ακριβεστερον αυτω εξεθεντο την οδον του θεου va 27 βουλομενου δε αυτου διελθειν εις την αχαιαν προτρεψαμενοι οι αδελφοι εγραψαν τοις μαθηταις αποδεξασθαι αυτον ος παραγενομενος συνεβαλετο πολυ τοις πεπιστευκοσιν δια της χαριτος 28 ευτονως γαρ τοις ιουδαιοις διακατηλεγχετο δημοσια επιδεικνυς δια των γραφων ειναι τον χριστον ιησουν
Copyright information for WHNU