Acts 19

εγενετο δε εν τω τον απολλω ειναι εν κορινθω παυλον διελθοντα τα ανωτερικα μερη ελθειν vaεις εφεσον και ευρειν τινας μαθητας ειπεν τε προς αυτους ει πνευμα αγιον ελαβετε πιστευσαντες οι δε προς αυτον αλλ ουδ ει πνευμα αγιον εστιν ηκουσαμεν ειπεν τε εις τι ουν εβαπτισθητε οι δε ειπαν εις το ιωαννου βαπτισμα ειπεν δε παυλος ιωαννης εβαπτισεν βαπτισμα μετανοιας τω λαω λεγων εις τον ερχομενον μετ αυτον ινα πιστευσωσιν τουτ εστιν εις τον ιησουν ακουσαντες δε εβαπτισθησαν εις το ονομα του κυριου ιησου και επιθεντος αυτοις του παυλου vaχειρας ηλθεν το πνευμα το αγιον επ αυτους ελαλουν τε γλωσσαις και επροφητευον ησαν δε οι παντες ανδρες ωσει δωδεκα εισελθων δε εις την συναγωγην επαρρησιαζετο επι μηνας τρεις διαλεγομενος και πειθων vaπερι της βασιλειας του θεου ως δε τινες εσκληρυνοντο και ηπειθουν κακολογουντες την οδον ενωπιον του πληθους αποστας απ αυτων αφωρισεν τους μαθητας καθ ημεραν διαλεγομενος εν τη σχολη τυραννου 10 τουτο δε εγενετο επι ετη δυο ωστε παντας τους κατοικουντας την ασιαν ακουσαι τον λογον του κυριου ιουδαιους τε και ελληνας 11 δυναμεις τε ου τας τυχουσας ο θεος εποιει δια των χειρων παυλου 12 ωστε και επι τους ασθενουντας αποφερεσθαι απο του χρωτος αυτου σουδαρια η σιμικινθια και απαλλασσεσθαι απ αυτων τας νοσους τα τε πνευματα τα πονηρα εκπορευεσθαι 13 επεχειρησαν δε τινες και των περιερχομενων ιουδαιων εξορκιστων ονομαζειν επι τους εχοντας τα πνευματα τα πονηρα το ονομα του κυριου ιησου λεγοντες ορκιζω υμας τον ιησουν ον παυλος κηρυσσει 14 ησαν δε τινος σκευα ιουδαιου αρχιερεως επτα υιοι τουτο ποιουντες 15 αποκριθεν δε το πνευμα το πονηρον ειπεν αυτοις τον [μεν] ιησουν γινωσκω και τον παυλον επισταμαι υμεις δε τινες εστε 16 και εφαλομενος ο ανθρωπος επ αυτους εν ω ην το πνευμα το πονηρον κατακυριευσας αμφοτερων ισχυσεν κατ αυτων ωστε γυμνους και τετραυματισμενους εκφυγειν εκ του οικου εκεινου 17 τουτο δε εγενετο γνωστον πασιν ιουδαιοις τε και ελλησιν τοις κατοικουσιν την εφεσον και επεπεσεν φοβος επι παντας αυτους και εμεγαλυνετο το ονομα του κυριου ιησου 18 πολλοι τε των πεπιστευκοτων ηρχοντο εξομολογουμενοι και αναγγελλοντες τας πραξεις αυτων 19 ικανοι δε των τα περιεργα πραξαντων συνενεγκαντες τας βιβλους κατεκαιον ενωπιον παντων και συνεψηφισαν τας τιμας αυτων και ευρον αργυριου μυριαδας πεντε 20 ουτως κατα κρατος του κυριου ο λογος ηυξανεν και ισχυεν 21 ως δε επληρωθη ταυτα εθετο ο παυλος εν τω πνευματι διελθων την μακεδονιαν και αχαιαν πορευεσθαι εις ιεροσολυμα ειπων οτι μετα το γενεσθαι με εκει δει με και ρωμην ιδειν 22 αποστειλας δε εις την μακεδονιαν δυο των διακονουντων αυτω τιμοθεον και εραστον αυτος επεσχεν χρονον εις την ασιαν 23 εγενετο δε κατα τον καιρον εκεινον ταραχος ουκ ολιγος περι της οδου 24 δημητριος γαρ τις ονοματι αργυροκοπος ποιων ναους [αργυρους] vaαρτεμιδος παρειχετο τοις τεχνιταις ουκ ολιγην εργασιαν 25 ους συναθροισας και τους περι τα τοιαυτα εργατας ειπεν ανδρες επιστασθε οτι εκ ταυτης της εργασιας η ευπορια ημιν εστιν 26 και θεωρειτε και ακουετε οτι ου μονον εφεσου αλλα σχεδον πασης της ασιας ο παυλος ουτος πεισας μετεστησεν ικανον οχλον λεγων οτι ουκ εισιν θεοι οι δια χειρων γινομενοι 27 ου μονον δε τουτο κινδυνευει ημιν το μερος εις απελεγμον ελθειν αλλα και το της μεγαλης θεας αρτεμιδος ιερον εις ουθεν λογισθηναι μελλειν τε και καθαιρεισθαι της μεγαλειοτητος αυτης ην ολη [η] vaασια και [η] vaοικουμενη σεβεται 28 ακουσαντες δε και γενομενοι πληρεις θυμου εκραζον λεγοντες μεγαλη η αρτεμις εφεσιων 29 και επλησθη η πολις της συγχυσεως ωρμησαν τε ομοθυμαδον εις το θεατρον συναρπασαντες γαιον και αρισταρχον μακεδονας συνεκδημους παυλου 30 παυλου δε βουλομενου εισελθειν εις τον δημον ουκ ειων αυτον οι μαθηται 31 τινες δε και των ασιαρχων οντες αυτω φιλοι πεμψαντες προς αυτον παρεκαλουν μη δουναι εαυτον εις το θεατρον 32 αλλοι μεν ουν αλλο τι εκραζον ην γαρ η εκκλησια συγκεχυμενη και οι πλειους ουκ ηδεισαν τινος ενεκα συνεληλυθεισαν 33 εκ δε του οχλου συνεβιβασαν αλεξανδρον προβαλοντων αυτον των ιουδαιων ο δε αλεξανδρος κατασεισας την χειρα ηθελεν απολογεισθαι τω δημω 34 επιγνοντες δε οτι ιουδαιος εστιν φωνη εγενετο μια εκ παντων ωσει vaεπι ωρας δυο κραζοντων μεγαλη η αρτεμις εφεσιων 35 καταστειλας δε τον οχλον ο γραμματευς vaφησιν ανδρες εφεσιοι τις γαρ εστιν ανθρωπων ος ου γινωσκει την εφεσιων πολιν νεωκορον ουσαν της μεγαλης αρτεμιδος και του διοπετους 36 αναντιρρητων ουν οντων τουτων δεον εστιν υμας κατεσταλμενους υπαρχειν και μηδεν προπετες πρασσειν 37 ηγαγετε γαρ τους ανδρας τουτους ουτε ιεροσυλους ουτε βλασφημουντας την θεον ημων 38 ει μεν ουν δημητριος και οι συν αυτω τεχνιται εχουσιν προς τινα λογον αγοραιοι αγονται και ανθυπατοι εισιν εγκαλειτωσαν αλληλοις 39 ει δε τι περαιτερω επιζητειτε εν τη εννομω εκκλησια επιλυθησεται 40 και γαρ κινδυνευομεν εγκαλεισθαι στασεως περι της σημερον μηδενος αιτιου υπαρχοντος περι ου ου vaδυνησομεθα αποδουναι λογον περι της συστροφης ταυτης 41 και ταυτα ειπων απελυσεν την εκκλησιαν
Copyright information for WHNU