Acts 23

ατενισας δε vaπαυλος τω συνεδριω ειπεν ανδρες αδελφοι εγω παση συνειδησει αγαθη πεπολιτευμαι τω θεω αχρι ταυτης της ημερας ο δε αρχιερευς ανανιας επεταξεν τοις παρεστωσιν αυτω τυπτειν αυτου το στομα τοτε ο παυλος προς αυτον ειπεν τυπτειν σε μελλει ο θεος τοιχε κεκονιαμενε και συ καθη κρινων με κατα τον νομον και παρανομων κελευεις με τυπτεσθαι οι δε παρεστωτες ειπαν τον αρχιερεα του θεου λοιδορεις εφη τε ο παυλος ουκ ηδειν αδελφοι οτι εστιν αρχιερευς γεγραπται γαρ οτι αρχοντα του λαου σου ουκ ερεις κακως γνους δε ο παυλος οτι το εν μερος εστιν σαδδουκαιων το δε ετερον φαρισαιων εκραζεν εν τω συνεδριω ανδρες αδελφοι εγω φαρισαιος ειμι υιος φαρισαιων περι ελπιδος και αναστασεως νεκρων vaκρινομαι τουτο δε αυτου λαλουντος vaεγενετο στασις των φαρισαιων και σαδδουκαιων και εσχισθη το πληθος σαδδουκαιοι vaγαρ λεγουσιν μη ειναι αναστασιν μητε αγγελον μητε πνευμα φαρισαιοι δε ομολογουσιν τα αμφοτερα εγενετο δε κραυγη μεγαλη και ανασταντες τινες των γραμματεων του μερους των φαρισαιων διεμαχοντο λεγοντες ουδεν κακον ευρισκομεν εν τω ανθρωπω τουτω ει δε πνευμα ελαλησεν αυτω η αγγελος 10 πολλης δε γινομενης στασεως φοβηθεις ο χιλιαρχος μη διασπασθη ο παυλος υπ αυτων εκελευσεν το στρατευμα καταβαν αρπασαι αυτον εκ μεσου αυτων αγειν vaεις την παρεμβολην 11 τη δε επιουση νυκτι επιστας αυτω ο κυριος ειπεν θαρσει ως γαρ διεμαρτυρω τα περι εμου εις ιερουσαλημ ουτως σε δει και εις ρωμην μαρτυρησαι 12 γενομενης δε ημερας ποιησαντες συστροφην οι ιουδαιοι ανεθεματισαν εαυτους λεγοντες μητε φαγειν μητε πειν vaεως ου αποκτεινωσιν τον παυλον 13 ησαν δε πλειους τεσσερακοντα οι ταυτην την συνωμοσιαν ποιησαμενοι 14 οιτινες προσελθοντες τοις αρχιερευσιν και τοις πρεσβυτεροις ειπαν αναθεματι ανεθεματισαμεν εαυτους μηδενος γευσασθαι εως ου αποκτεινωμεν τον παυλον 15 νυν ουν υμεις εμφανισατε τω χιλιαρχω συν τω συνεδριω οπως καταγαγη αυτον εις υμας ως μελλοντας διαγινωσκειν ακριβεστερον τα περι αυτου ημεις δε προ του εγγισαι αυτον ετοιμοι εσμεν του ανελειν αυτον 16 ακουσας δε ο υιος της αδελφης παυλου την ενεδραν παραγενομενος και εισελθων εις την παρεμβολην απηγγειλεν τω παυλω 17 προσκαλεσαμενος δε ο παυλος ενα των εκατονταρχων εφη τον νεανιαν τουτον απαγε vaπρος τον χιλιαρχον εχει γαρ απαγγειλαι τι αυτω 18 ο μεν ουν παραλαβων αυτον ηγαγεν προς τον χιλιαρχον και φησιν ο δεσμιος παυλος προσκαλεσαμενος με ηρωτησεν τουτον τον νεανιαν vaαγαγειν προς σε εχοντα τι λαλησαι σοι 19 επιλαβομενος δε της χειρος αυτου ο χιλιαρχος και αναχωρησας κατ ιδιαν επυνθανετο τι εστιν ο εχεις απαγγειλαι μοι 20 ειπεν δε οτι οι ιουδαιοι συνεθεντο του ερωτησαι σε οπως αυριον τον παυλον καταγαγης εις το συνεδριον ως μελλων vaτι ακριβεστερον πυνθανεσθαι περι αυτου 21 συ ουν μη πεισθης αυτοις ενεδρευουσιν γαρ αυτον εξ αυτων ανδρες πλειους τεσσερακοντα οιτινες ανεθεματισαν εαυτους μητε φαγειν μητε πειν vaεως ου ανελωσιν αυτον και νυν εισιν ετοιμοι προσδεχομενοι την απο σου επαγγελιαν 22 ο μεν ουν χιλιαρχος απελυσεν τον νεανισκον παραγγειλας μηδενι εκλαλησαι οτι ταυτα ενεφανισας προς εμε va 23 και προσκαλεσαμενος τινας δυο vaτων εκατονταρχων ειπεν ετοιμασατε στρατιωτας διακοσιους οπως πορευθωσιν εως καισαριας vaκαι ιππεις εβδομηκοντα και δεξιολαβους διακοσιους απο τριτης ωρας της νυκτος 24 κτηνη τε παραστησαι ινα επιβιβασαντες τον παυλον διασωσωσιν προς φηλικα τον ηγεμονα 25 γραψας επιστολην εχουσαν τον τυπον τουτον 26 κλαυδιος λυσιας τω κρατιστω ηγεμονι φηλικι χαιρειν 27 τον ανδρα τουτον συλλημφθεντα υπο των ιουδαιων και μελλοντα αναιρεισθαι υπ αυτων επιστας συν τω στρατευματι εξειλαμην μαθων οτι ρωμαιος εστιν 28 βουλομενος τε επιγνωναι την αιτιαν δι ην ενεκαλουν αυτω [κατηγαγον εις το συνεδριον αυτων] va 29 ον ευρον εγκαλουμενον περι ζητηματων του νομου αυτων μηδεν δε αξιον θανατου η δεσμων εχοντα εγκλημα 30 μηνυθεισης δε μοι επιβουλης εις τον ανδρα εσεσθαι εξαυτης επεμψα προς σε παραγγειλας και τοις κατηγοροις λεγειν vaπρος αυτον επι σου 31 οι μεν ουν στρατιωται κατα το διατεταγμενον αυτοις αναλαβοντες τον παυλον ηγαγον δια νυκτος εις την αντιπατριδα 32 τη δε επαυριον εασαντες τους ιππεις απερχεσθαι συν αυτω υπεστρεψαν εις την παρεμβολην 33 οιτινες εισελθοντες εις την καισαριαν vaκαι αναδοντες την επιστολην τω ηγεμονι παρεστησαν και τον παυλον αυτω 34 αναγνους δε και επερωτησας εκ ποιας επαρχειας εστιν και πυθομενος οτι απο κιλικιας 35 διακουσομαι σου εφη οταν και οι κατηγοροι σου παραγενωνται κελευσας εν τω πραιτωριω του ηρωδου φυλασσεσθαι αυτον
Copyright information for WHNU