Acts 25

φηστος ουν επιβας τη επαρχεια μετα τρεις ημερας ανεβη εις ιεροσολυμα απο καισαριας va ενεφανισαν τε αυτω οι αρχιερεις και οι πρωτοι των ιουδαιων κατα του παυλου και παρεκαλουν αυτον αιτουμενοι χαριν κατ αυτου οπως μεταπεμψηται αυτον εις ιερουσαλημ ενεδραν ποιουντες ανελειν αυτον κατα την οδον ο μεν ουν φηστος απεκριθη τηρεισθαι τον παυλον εις καισαριαν vaεαυτον δε μελλειν εν ταχει εκπορευεσθαι οι ουν εν υμιν φησιν δυνατοι συγκαταβαντες ει τι εστιν εν τω ανδρι ατοπον κατηγορειτωσαν αυτου διατριψας δε εν αυτοις ημερας ου πλειους οκτω η δεκα καταβας εις καισαριαν vaτη επαυριον καθισας επι του βηματος εκελευσεν τον παυλον αχθηναι παραγενομενου δε αυτου περιεστησαν αυτον οι απο ιεροσολυμων καταβεβηκοτες ιουδαιοι πολλα και βαρεα αιτιωματα καταφεροντες α ουκ ισχυον αποδειξαι του παυλου απολογουμενου οτι ουτε εις τον νομον των ιουδαιων ουτε εις το ιερον ουτε εις καισαρα τι ημαρτον ο φηστος δε θελων τοις ιουδαιοις χαριν καταθεσθαι αποκριθεις τω παυλω ειπεν θελεις εις ιεροσολυμα αναβας εκει περι τουτων κριθηναι επ εμου 10 ειπεν δε ο παυλος εστως επι του βηματος καισαρος vaειμι ου με δει κρινεσθαι ιουδαιους ουδεν ηδικηκα vaως και συ καλλιον επιγινωσκεις 11 ει μεν ουν αδικω και αξιον θανατου πεπραχα τι ου παραιτουμαι το αποθανειν ει δε ουδεν εστιν ων ουτοι κατηγορουσιν μου ουδεις με δυναται αυτοις χαρισασθαι καισαρα επικαλουμαι 12 τοτε ο φηστος συλλαλησας μετα του συμβουλιου απεκριθη καισαρα επικεκλησαι επι καισαρα πορευση 13 ημερων δε διαγενομενων τινων αγριππας ο βασιλευς και βερνικη κατηντησαν εις καισαριαν vaασπασαμενοι τον φηστον 14 ως δε πλειους ημερας διετριβον εκει ο φηστος τω βασιλει ανεθετο τα κατα τον παυλον λεγων ανηρ τις εστιν καταλελειμμενος υπο φηλικος δεσμιος 15 περι ου γενομενου μου εις ιεροσολυμα ενεφανισαν οι αρχιερεις και οι πρεσβυτεροι των ιουδαιων αιτουμενοι κατ αυτου καταδικην 16 προς ους απεκριθην οτι ουκ εστιν εθος ρωμαιοις χαριζεσθαι τινα ανθρωπον πριν η ο κατηγορουμενος κατα προσωπον εχοι τους κατηγορους τοπον τε απολογιας λαβοι περι του εγκληματος 17 συνελθοντων ουν vaενθαδε αναβολην μηδεμιαν ποιησαμενος τη εξης καθισας επι του βηματος εκελευσα αχθηναι τον ανδρα 18 περι ου σταθεντες οι κατηγοροι ουδεμιαν αιτιαν εφερον ων εγω υπενοουν πονηρων 19 ζητηματα δε τινα περι της ιδιας δεισιδαιμονιας ειχον προς αυτον και περι τινος ιησου τεθνηκοτος ον εφασκεν ο παυλος ζην 20 απορουμενος δε εγω την περι τουτων ζητησιν ελεγον ει βουλοιτο πορευεσθαι εις ιεροσολυμα κακει κρινεσθαι περι τουτων 21 του δε παυλου επικαλεσαμενου τηρηθηναι αυτον εις την του σεβαστου διαγνωσιν εκελευσα τηρεισθαι αυτον εως ου αναπεμψω αυτον προς καισαρα 22 αγριππας δε προς τον φηστον εβουλομην και αυτος του ανθρωπου ακουσαι αυριον φησιν ακουση αυτου 23 τη ουν επαυριον ελθοντος του αγριππα και της βερνικης μετα πολλης φαντασιας και εισελθοντων εις το ακροατηριον συν τε χιλιαρχοις και ανδρασιν τοις κατ εξοχην της πολεως και κελευσαντος του φηστου ηχθη ο παυλος 24 και φησιν ο φηστος αγριππα βασιλευ και παντες οι συμπαροντες ημιν ανδρες θεωρειτε τουτον περι ου απαν το πληθος των ιουδαιων ενετυχεν vaμοι εν τε ιεροσολυμοις και ενθαδε βοωντες μη δειν αυτον ζην μηκετι 25 εγω δε κατελαβομην μηδεν αξιον αυτον θανατου πεπραχεναι αυτου δε τουτου επικαλεσαμενου τον σεβαστον εκρινα πεμπειν 26 περι ου ασφαλες τι γραψαι τω κυριω ουκ εχω διο προηγαγον αυτον εφ υμων και μαλιστα επι σου βασιλευ αγριππα οπως της ανακρισεως γενομενης σχω τι γραψω 27 αλογον γαρ μοι δοκει πεμποντα δεσμιον μη και τας κατ αυτου αιτιας σημαναι
Copyright information for WHNU