Acts 26

αγριππας δε προς τον παυλον εφη επιτρεπεται σοι υπερ vaσεαυτου λεγειν τοτε ο παυλος εκτεινας την χειρα απελογειτο περι παντων ων εγκαλουμαι υπο ιουδαιων βασιλευ αγριππα ηγημαι εμαυτον μακαριον επι σου μελλων σημερον απολογεισθαι μαλιστα γνωστην οντα σε παντων των κατα ιουδαιους εθων τε και ζητηματων διο δεομαι μακροθυμως ακουσαι μου την μεν ουν βιωσιν μου vaεκ νεοτητος την απ αρχης γενομενην εν τω εθνει μου εν τε ιεροσολυμοις ισασιν παντες vaιουδαιοι προγινωσκοντες με ανωθεν εαν θελωσιν μαρτυρειν οτι κατα την ακριβεστατην αιρεσιν της ημετερας θρησκειας εζησα φαρισαιος και νυν επ ελπιδι της εις τους πατερας ημων επαγγελιας γενομενης υπο του θεου εστηκα κρινομενος εις ην το δωδεκαφυλον ημων εν εκτενεια νυκτα και ημεραν λατρευον ελπιζει καταντησαι περι ης ελπιδος εγκαλουμαι υπο ιουδαιων βασιλευ τι απιστον κρινεται παρ υμιν ει ο θεος νεκρους εγειρει εγω μεν ουν εδοξα εμαυτω προς το ονομα ιησου του ναζωραιου δειν πολλα εναντια πραξαι 10 ο και εποιησα εν ιεροσολυμοις και πολλους τε των αγιων εγω εν φυλακαις κατεκλεισα την παρα των αρχιερεων εξουσιαν λαβων αναιρουμενων τε αυτων κατηνεγκα ψηφον 11 και κατα πασας τας συναγωγας πολλακις τιμωρων αυτους ηναγκαζον βλασφημειν περισσως τε εμμαινομενος αυτοις εδιωκον εως και εις τας εξω πολεις 12 εν οις πορευομενος εις την δαμασκον μετ εξουσιας και επιτροπης της των αρχιερεων 13 ημερας μεσης κατα την οδον ειδον βασιλευ ουρανοθεν υπερ την λαμπροτητα του ηλιου περιλαμψαν με φως και τους συν εμοι πορευομενους 14 παντων τε καταπεσοντων ημων εις την γην ηκουσα φωνην λεγουσαν προς με τη εβραιδι διαλεκτω σαουλ σαουλ τι με διωκεις σκληρον σοι προς κεντρα λακτιζειν 15 εγω δε ειπα τις ει κυριε ο δε κυριος ειπεν εγω ειμι ιησους ον συ διωκεις 16 αλλα αναστηθι και στηθι επι τους ποδας σου εις τουτο γαρ ωφθην σοι προχειρισασθαι σε υπηρετην και μαρτυρα ων τε ειδες με vaων τε οφθησομαι σοι 17 εξαιρουμενος σε εκ του λαου και εκ των εθνων εις ους εγω αποστελλω σε 18 ανοιξαι οφθαλμους αυτων του επιστρεψαι απο σκοτους εις φως και της εξουσιας του σατανα επι τον θεον του λαβειν αυτους αφεσιν αμαρτιων και κληρον εν τοις ηγιασμενοις πιστει τη εις εμε 19 οθεν βασιλευ αγριππα ουκ εγενομην απειθης τη ουρανιω οπτασια 20 αλλα τοις εν δαμασκω πρωτον τε και ιεροσολυμοις πασαν τε την χωραν της ιουδαιας και τοις εθνεσιν απηγγελλον μετανοειν και επιστρεφειν επι τον θεον αξια της μετανοιας εργα πρασσοντας 21 ενεκα τουτων με ιουδαιοι συλλαβομενοι vaεν τω ιερω επειρωντο διαχειρισασθαι 22 επικουριας ουν τυχων της απο του θεου αχρι της ημερας ταυτης εστηκα μαρτυρομενος μικρω τε και μεγαλω ουδεν εκτος λεγων ων τε οι προφηται ελαλησαν μελλοντων γινεσθαι και μωυσης 23 ει παθητος ο χριστος ει πρωτος εξ αναστασεως νεκρων φως μελλει καταγγελλειν τω τε λαω και τοις εθνεσιν 24 ταυτα δε αυτου απολογουμενου ο φηστος μεγαλη τη φωνη φησιν μαινη παυλε τα πολλα σε γραμματα εις μανιαν περιτρεπει 25 ο δε παυλος ου μαινομαι φησιν κρατιστε φηστε αλλα αληθειας και σωφροσυνης ρηματα αποφθεγγομαι 26 επισταται γαρ περι τουτων ο βασιλευς προς ον vaπαρρησιαζομενος λαλω λανθανειν γαρ αυτον vaτουτων ου πειθομαι ουθεν ου γαρ εστιν εν γωνια πεπραγμενον τουτο 27 πιστευεις βασιλευ αγριππα τοις προφηταις οιδα οτι πιστευεις 28 ο δε αγριππας προς τον παυλον εν ολιγω με πειθεις χριστιανον ποιησαι 29 ο δε παυλος ευξαιμην αν τω θεω και εν ολιγω και εν μεγαλω ου μονον σε αλλα και παντας τους ακουοντας μου σημερον γενεσθαι τοιουτους οποιος και εγω ειμι παρεκτος των δεσμων τουτων 30 ανεστη τε ο βασιλευς και ο ηγεμων η τε βερνικη και οι συγκαθημενοι αυτοις 31 και αναχωρησαντες ελαλουν προς αλληλους λεγοντες οτι ουδεν θανατου η δεσμων αξιον vaπρασσει ο ανθρωπος ουτος 32 αγριππας δε τω φηστω εφη απολελυσθαι εδυνατο ο ανθρωπος ουτος ει μη επεκεκλητο καισαρα
Copyright information for WHNU