Acts 28

και διασωθεντες τοτε επεγνωμεν οτι μελιτηνη vaη νησος καλειται οι τε βαρβαροι παρειχαν vaου την τυχουσαν φιλανθρωπιαν ημιν αψαντες γαρ πυραν προσελαβοντο παντας ημας δια τον υετον τον εφεστωτα και δια το ψυχος συστρεψαντος δε του παυλου φρυγανων τι πληθος και επιθεντος επι την πυραν εχιδνα απο της θερμης εξελθουσα καθηψεν της χειρος αυτου ως δε ειδαν vaοι βαρβαροι κρεμαμενον το θηριον εκ της χειρος αυτου προς αλληλους ελεγον παντως φονευς εστιν ο ανθρωπος ουτος ον διασωθεντα εκ της θαλασσης η δικη ζην ουκ ειασεν ο μεν ουν αποτιναξας το θηριον εις το πυρ επαθεν ουδεν κακον οι δε προσεδοκων αυτον μελλειν πιμπρασθαι η καταπιπτειν αφνω νεκρον επι πολυ δε αυτων προσδοκωντων και θεωρουντων μηδεν ατοπον εις αυτον γινομενον μεταβαλομενοι ελεγον αυτον ειναι θεον εν δε τοις περι τον τοπον εκεινον υπηρχεν χωρια τω πρωτω της νησου ονοματι ποπλιω ος αναδεξαμενος ημας ημερας τρεις vaφιλοφρονως εξενισεν εγενετο δε τον πατερα του ποπλιου πυρετοις και δυσεντεριω συνεχομενον κατακεισθαι προς ον ο παυλος εισελθων και προσευξαμενος επιθεις τας χειρας αυτω ιασατο αυτον τουτου δε γενομενου [και] vaοι λοιποι οι εν τη νησω εχοντες ασθενειας προσηρχοντο και εθεραπευοντο 10 οι και πολλαις τιμαις ετιμησαν ημας και αναγομενοις επεθεντο τα προς τας χρειας 11 μετα δε τρεις μηνας ανηχθημεν εν πλοιω παρακεχειμακοτι εν τη νησω αλεξανδρινω παρασημω διοσκουροις 12 και καταχθεντες εις συρακουσας επεμειναμεν ημερας τρεις 13 οθεν περιελοντες κατηντησαμεν εις ρηγιον και μετα μιαν ημεραν επιγενομενου νοτου δευτεραιοι ηλθομεν εις ποτιολους 14 ου ευροντες αδελφους παρεκληθημεν παρ αυτοις επιμειναι ημερας επτα και ουτως εις την ρωμην ηλθαμεν 15 κακειθεν οι αδελφοι ακουσαντες τα περι ημων ηλθαν εις απαντησιν ημιν αχρι αππιου φορου και τριων ταβερνων ους ιδων ο παυλος ευχαριστησας τω θεω ελαβεν θαρσος 16 οτε δε εισηλθαμεν vaεις ρωμην επετραπη τω παυλω μενειν καθ εαυτον συν τω φυλασσοντι αυτον στρατιωτη 17 εγενετο δε μετα ημερας τρεις συγκαλεσασθαι αυτον τους οντας των ιουδαιων πρωτους συνελθοντων δε αυτων ελεγεν προς αυτους εγω ανδρες αδελφοι ουδεν εναντιον ποιησας τω λαω η τοις εθεσιν τοις πατρωοις δεσμιος εξ ιεροσολυμων παρεδοθην εις τας χειρας των ρωμαιων 18 οιτινες ανακριναντες με εβουλοντο απολυσαι δια το μηδεμιαν αιτιαν θανατου υπαρχειν εν εμοι 19 αντιλεγοντων δε των ιουδαιων ηναγκασθην επικαλεσασθαι καισαρα ουχ ως του εθνους μου εχων τι κατηγορειν 20 δια ταυτην ουν την αιτιαν παρεκαλεσα υμας ιδειν και προσλαλησαι εινεκεν vaγαρ της ελπιδος του ισραηλ την αλυσιν ταυτην περικειμαι 21 οι δε προς αυτον ειπαν ημεις ουτε γραμματα περι σου εδεξαμεθα απο της ιουδαιας ουτε παραγενομενος τις των αδελφων απηγγειλεν η ελαλησεν τι περι σου πονηρον 22 αξιουμεν δε παρα σου ακουσαι α φρονεις περι μεν γαρ της αιρεσεως ταυτης γνωστον ημιν εστιν οτι πανταχου αντιλεγεται 23 ταξαμενοι δε αυτω ημεραν ηλθαν vaπρος αυτον εις την ξενιαν πλειονες οις εξετιθετο διαμαρτυρομενος την βασιλειαν του θεου πειθων τε αυτους περι του ιησου απο τε του νομου μωυσεως και των προφητων απο πρωι εως εσπερας 24 και οι μεν επειθοντο τοις λεγομενοις οι δε ηπιστουν 25 ασυμφωνοι δε οντες προς αλληλους απελυοντο ειποντος του παυλου ρημα εν οτι καλως το πνευμα το αγιον ελαλησεν δια ησαιου του προφητου προς τους πατερας υμων 26 λεγων πορευθητι προς τον λαον τουτον και ειπον ακοη ακουσετε και ου μη συνητε και βλεποντες βλεψετε και ου μη ιδητε 27 επαχυνθη γαρ η καρδια του λαου τουτου και τοις ωσιν βαρεως ηκουσαν και τους οφθαλμους αυτων εκαμμυσαν μηποτε ιδωσιν τοις οφθαλμοις και τοις ωσιν ακουσωσιν και τη καρδια συνωσιν και επιστρεψωσιν και ιασομαι αυτους 28 γνωστον ουν υμιν εστω vaοτι τοις εθνεσιν απεσταλη τουτο το σωτηριον του θεου αυτοι και ακουσονται 30 ενεμεινεν δε διετιαν ολην εν ιδιω μισθωματι και απεδεχετο παντας τους εισπορευομενους προς αυτον 31 κηρυσσων την βασιλειαν του θεου και διδασκων τα περι του κυριου ιησου χριστου μετα πασης παρρησιας ακωλυτως
Copyright information for WHNU