Acts 5

ανηρ δε τις ανανιας ονοματι συν σαπφειρη vaτη γυναικι αυτου επωλησεν κτημα και ενοσφισατο απο της τιμης συνειδυιης και της γυναικος και ενεγκας μερος τι παρα τους ποδας των αποστολων εθηκεν ειπεν δε ο πετρος ανανια δια τι επληρωσεν ο σατανας την καρδιαν σου ψευσασθαι σε το πνευμα το αγιον και νοσφισασθαι απο της τιμης του χωριου ουχι μενον σοι εμενεν και πραθεν εν τη ση εξουσια υπηρχεν τι οτι εθου εν τη καρδια σου το πραγμα τουτο ουκ εψευσω ανθρωποις αλλα τω θεω ακουων δε ο ανανιας τους λογους τουτους πεσων εξεψυξεν και εγενετο φοβος μεγας επι παντας τους ακουοντας ανασταντες δε οι νεωτεροι συνεστειλαν αυτον και εξενεγκαντες εθαψαν εγενετο δε ως ωρων τριων διαστημα και η γυνη αυτου μη ειδυια το γεγονος εισηλθεν απεκριθη δε προς αυτην πετρος ειπε μοι ει τοσουτου το χωριον απεδοσθε η δε ειπεν ναι τοσουτου ο δε πετρος προς αυτην τι οτι συνεφωνηθη υμιν πειρασαι το πνευμα κυριου ιδου οι ποδες των θαψαντων τον ανδρα σου επι τη θυρα και εξοισουσιν σε 10 επεσεν δε παραχρημα προς τους ποδας αυτου και εξεψυξεν εισελθοντες δε οι νεανισκοι ευρον αυτην νεκραν και εξενεγκαντες εθαψαν προς τον ανδρα αυτης 11 και εγενετο φοβος μεγας εφ ολην την εκκλησιαν και επι παντας τους ακουοντας ταυτα 12 δια δε των χειρων των αποστολων εγινετο σημεια και τερατα πολλα εν τω λαω και ησαν ομοθυμαδον παντες vaεν τη στοα σολομωντος 13 των δε λοιπων ουδεις ετολμα κολλασθαι αυτοις αλλ εμεγαλυνεν αυτους ο λαος 14 μαλλον δε προσετιθεντο πιστευοντες τω κυριω πληθη ανδρων τε και γυναικων 15 ωστε και εις τας πλατειας εκφερειν τους ασθενεις και τιθεναι επι κλιναριων και κραβαττων ινα ερχομενου πετρου καν η σκια επισκιασει vaτινι αυτων 16 συνηρχετο δε και το πληθος των περιξ πολεων ιερουσαλημ φεροντες ασθενεις και οχλουμενους υπο πνευματων ακαθαρτων οιτινες εθεραπευοντο απαντες 17 αναστας δε ο αρχιερευς και παντες οι συν αυτω η ουσα αιρεσις των σαδδουκαιων επλησθησαν ζηλου 18 και επεβαλον τας χειρας επι τους αποστολους και εθεντο αυτους εν τηρησει δημοσια 19 αγγελος δε κυριου δια νυκτος ηνοιξεν vaτας θυρας της φυλακης εξαγαγων τε αυτους ειπεν 20 πορευεσθε και σταθεντες λαλειτε εν τω ιερω τω λαω παντα τα ρηματα της ζωης ταυτης 21 ακουσαντες δε εισηλθον υπο τον ορθρον εις το ιερον και εδιδασκον παραγενομενος δε ο αρχιερευς και οι συν αυτω συνεκαλεσαν το συνεδριον και πασαν την γερουσιαν των υιων ισραηλ και απεστειλαν εις το δεσμωτηριον αχθηναι αυτους 22 οι δε παραγενομενοι υπηρεται ουχ ευρον αυτους εν τη φυλακη αναστρεψαντες δε απηγγειλαν 23 λεγοντες οτι το δεσμωτηριον ευρομεν κεκλεισμενον εν παση ασφαλεια και τους φυλακας εστωτας επι των θυρων ανοιξαντες δε εσω ουδενα ευρομεν 24 ως δε ηκουσαν τους λογους τουτους ο τε στρατηγος του ιερου και οι αρχιερεις διηπορουν περι αυτων τι αν γενοιτο τουτο 25 παραγενομενος δε τις απηγγειλεν αυτοις οτι ιδου οι ανδρες ους εθεσθε εν τη φυλακη εισιν εν τω ιερω εστωτες και διδασκοντες τον λαον 26 τοτε απελθων ο στρατηγος συν τοις υπηρεταις ηγεν αυτους ου μετα βιας εφοβουντο γαρ τον λαον μη λιθασθωσιν 27 αγαγοντες δε αυτους εστησαν εν τω συνεδριω και επηρωτησεν αυτους ο αρχιερευς 28 λεγων vaπαραγγελια παρηγγειλαμεν υμιν μη διδασκειν επι τω ονοματι τουτω και ιδου πεπληρωκατε την ιερουσαλημ της διδαχης υμων και βουλεσθε επαγαγειν εφ ημας το αιμα του ανθρωπου τουτου 29 αποκριθεις δε πετρος και οι αποστολοι ειπαν πειθαρχειν δει θεω μαλλον η ανθρωποις 30 ο θεος των πατερων ημων ηγειρεν ιησουν ον υμεις διεχειρισασθε κρεμασαντες επι ξυλου 31 τουτον ο θεος αρχηγον και σωτηρα υψωσεν τη δεξια αυτου [του] δουναι μετανοιαν τω ισραηλ και αφεσιν αμαρτιων 32 και ημεις εσμεν μαρτυρες των ρηματων τουτων και το πνευμα το αγιον ο εδωκεν ο θεος τοις πειθαρχουσιν αυτω 33 οι δε ακουσαντες διεπριοντο και εβουλοντο ανελειν αυτους 34 αναστας δε τις εν τω συνεδριω φαρισαιος ονοματι γαμαλιηλ νομοδιδασκαλος τιμιος παντι τω λαω εκελευσεν εξω βραχυ τους ανθρωπους ποιησαι 35 ειπεν τε προς αυτους ανδρες ισραηλιται προσεχετε εαυτοις επι τοις ανθρωποις τουτοις τι μελλετε πρασσειν 36 προ γαρ τουτων των ημερων ανεστη θευδας λεγων ειναι τινα εαυτον ω προσεκλιθη ανδρων αριθμος ως τετρακοσιων ος ανηρεθη και παντες οσοι επειθοντο αυτω διελυθησαν και εγενοντο εις ουδεν 37 μετα τουτον ανεστη ιουδας ο γαλιλαιος εν ταις ημεραις της απογραφης και απεστησεν λαον οπισω αυτου κακεινος απωλετο και παντες οσοι επειθοντο αυτω διεσκορπισθησαν 38 και [τα] vaνυν λεγω υμιν αποστητε απο των ανθρωπων τουτων και αφετε αυτους οτι εαν η εξ ανθρωπων η βουλη αυτη η το εργον τουτο καταλυθησεται 39 ει δε εκ θεου εστιν ου δυνησεσθε καταλυσαι αυτους μηποτε και θεομαχοι ευρεθητε 40 επεισθησαν δε αυτω και προσκαλεσαμενοι τους αποστολους δειραντες παρηγγειλαν μη λαλειν επι τω ονοματι του ιησου και απελυσαν 41 οι μεν ουν επορευοντο χαιροντες απο προσωπου του συνεδριου οτι κατηξιωθησαν υπερ του ονοματος ατιμασθηναι 42 πασαν τε ημεραν εν τω ιερω και κατ οικον ουκ επαυοντο διδασκοντες και ευαγγελιζομενοι τον χριστον ιησουν
Copyright information for WHNU