Acts 7

ειπεν δε ο αρχιερευς ει ταυτα ουτως εχει ο δε εφη ανδρες αδελφοι και πατερες ακουσατε ο θεος της δοξης ωφθη τω πατρι ημων αβρααμ οντι εν τη μεσοποταμια πριν η κατοικησαι αυτον εν χαρραν και ειπεν προς αυτον εξελθε εκ της γης σου και vaτης συγγενειας σου και δευρο εις την γην ην αν σοι δειξω τοτε εξελθων εκ γης χαλδαιων κατωκησεν εν χαρραν κακειθεν μετα το αποθανειν τον πατερα αυτου μετωκισεν αυτον εις την γην ταυτην εις ην υμεις νυν κατοικειτε και ουκ εδωκεν αυτω κληρονομιαν εν αυτη ουδε βημα ποδος και επηγγειλατο δουναι αυτω εις κατασχεσιν αυτην και τω σπερματι αυτου μετ αυτον ουκ οντος αυτω τεκνου ελαλησεν δε ουτως ο θεος οτι εσται το σπερμα αυτου παροικον εν γη αλλοτρια και δουλωσουσιν αυτο και κακωσουσιν ετη τετρακοσια και το εθνος ω αν vaδουλευσουσιν κρινω εγω ο θεος ειπεν και μετα ταυτα εξελευσονται και λατρευσουσιν μοι εν τω τοπω τουτω και εδωκεν αυτω διαθηκην περιτομης και ουτως εγεννησεν τον ισαακ και περιετεμεν αυτον τη ημερα τη ογδοη και ισαακ τον ιακωβ και ιακωβ τους δωδεκα πατριαρχας και οι πατριαρχαι ζηλωσαντες τον ιωσηφ απεδοντο εις αιγυπτον και ην ο θεος μετ αυτου 10 και εξειλατο αυτον εκ πασων των θλιψεων αυτου και εδωκεν αυτω χαριν και σοφιαν εναντιον φαραω βασιλεως αιγυπτου και κατεστησεν αυτον ηγουμενον επ αιγυπτον και vaολον τον οικον αυτου 11 ηλθεν δε λιμος εφ ολην την αιγυπτον και χανααν και θλιψις μεγαλη και ουχ ηυρισκον χορτασματα οι πατερες ημων 12 ακουσας δε ιακωβ οντα σιτια εις αιγυπτον εξαπεστειλεν τους πατερας ημων πρωτον 13 και εν τω δευτερω εγνωρισθη vaιωσηφ τοις αδελφοις αυτου και φανερον εγενετο τω φαραω το γενος vaιωσηφ 14 αποστειλας δε ιωσηφ μετεκαλεσατο ιακωβ τον πατερα αυτου και πασαν την συγγενειαν εν ψυχαις εβδομηκοντα πεντε 15 κατεβη δε ιακωβ [εις αιγυπτον] vaκαι ετελευτησεν αυτος και οι πατερες ημων 16 και μετετεθησαν εις συχεμ και ετεθησαν εν τω μνηματι ω ωνησατο αβρααμ τιμης αργυριου παρα των υιων εμμωρ εν συχεμ 17 καθως δε ηγγιζεν ο χρονος της επαγγελιας ης ωμολογησεν ο θεος τω αβρααμ ηυξησεν ο λαος και επληθυνθη εν αιγυπτω 18 αχρι ου ανεστη βασιλευς ετερος επ αιγυπτον vaος ουκ ηδει τον ιωσηφ 19 ουτος κατασοφισαμενος το γενος ημων εκακωσεν τους πατερας vaτου ποιειν τα βρεφη εκθετα αυτων εις το μη ζωογονεισθαι 20 εν ω καιρω εγεννηθη μωυσης και ην αστειος τω θεω ος ανετραφη μηνας τρεις εν τω οικω του πατρος 21 εκτεθεντος δε αυτου ανειλατο αυτον η θυγατηρ φαραω και ανεθρεψατο αυτον εαυτη εις υιον 22 και επαιδευθη μωυσης vaπαση σοφια αιγυπτιων ην δε δυνατος εν λογοις και εργοις αυτου 23 ως δε επληρουτο αυτω τεσσερακονταετης χρονος ανεβη επι την καρδιαν αυτου επισκεψασθαι τους αδελφους αυτου τους υιους ισραηλ 24 και ιδων τινα αδικουμενον ημυνατο και εποιησεν εκδικησιν τω καταπονουμενω παταξας τον αιγυπτιον 25 ενομιζεν δε συνιεναι τους αδελφους vaοτι ο θεος δια χειρος αυτου διδωσιν σωτηριαν αυτοις οι δε ου συνηκαν 26 τη τε επιουση ημερα ωφθη αυτοις μαχομενοις και συνηλλασσεν αυτους εις ειρηνην ειπων ανδρες αδελφοι εστε ινα τι αδικειτε αλληλους 27 ο δε αδικων τον πλησιον απωσατο αυτον ειπων τις σε κατεστησεν αρχοντα και δικαστην εφ ημων 28 μη ανελειν με συ θελεις ον τροπον ανειλες εχθες τον αιγυπτιον 29 εφυγεν δε μωυσης εν τω λογω τουτω και εγενετο παροικος εν γη μαδιαμ ου εγεννησεν υιους δυο 30 και πληρωθεντων ετων τεσσερακοντα ωφθη αυτω εν τη ερημω του ορους σινα αγγελος εν φλογι πυρος βατου 31 ο δε μωυσης ιδων εθαυμασεν vaτο οραμα προσερχομενου δε αυτου κατανοησαι εγενετο φωνη κυριου 32 εγω ο θεος των πατερων σου ο θεος αβρααμ και ισαακ και ιακωβ εντρομος δε γενομενος μωυσης ουκ ετολμα κατανοησαι 33 ειπεν δε αυτω ο κυριος λυσον το υποδημα των ποδων σου ο γαρ τοπος εφ ω εστηκας γη αγια εστιν 34 ιδων ειδον την κακωσιν του λαου μου του εν αιγυπτω και του στεναγμου αυτου vaηκουσα και κατεβην εξελεσθαι αυτους και νυν δευρο αποστειλω σε εις αιγυπτον 35 τουτον τον μωυσην ον ηρνησαντο ειποντες τις σε κατεστησεν αρχοντα και δικαστην τουτον ο θεος και vaαρχοντα και λυτρωτην απεσταλκεν συν χειρι αγγελου του οφθεντος αυτω εν τη βατω 36 ουτος εξηγαγεν αυτους ποιησας τερατα και σημεια εν τη vaαιγυπτω και εν ερυθρα θαλασση και εν τη ερημω ετη τεσσερακοντα 37 ουτος εστιν ο μωυσης ο ειπας τοις υιοις ισραηλ προφητην υμιν αναστησει ο θεος εκ των αδελφων υμων ως εμε 38 ουτος εστιν ο γενομενος εν τη εκκλησια εν τη ερημω μετα του αγγελου του λαλουντος αυτω εν τω ορει σινα και των πατερων ημων ος εδεξατο λογια ζωντα δουναι υμιν va 39 ω ουκ ηθελησαν υπηκοοι γενεσθαι οι πατερες ημων αλλα απωσαντο και εστραφησαν εν ταις καρδιαις αυτων εις αιγυπτον 40 ειποντες τω ααρων ποιησον ημιν θεους οι προπορευσονται ημων ο γαρ μωυσης ουτος ος εξηγαγεν ημας εκ γης αιγυπτου ουκ οιδαμεν τι εγενετο αυτω 41 και εμοσχοποιησαν εν ταις ημεραις εκειναις και ανηγαγον θυσιαν τω ειδωλω και ευφραινοντο εν τοις εργοις των χειρων αυτων 42 εστρεψεν δε ο θεος και παρεδωκεν αυτους λατρευειν τη στρατια του ουρανου καθως γεγραπται εν βιβλω των προφητων μη σφαγια και θυσιας προσηνεγκατε μοι ετη τεσσερακοντα εν τη ερημω οικος ισραηλ 43 και ανελαβετε την σκηνην του μολοχ και το αστρον του θεου ρομφα vaτους τυπους ους εποιησατε προσκυνειν αυτοις και μετοικιω υμας επεκεινα βαβυλωνος 44 η σκηνη του μαρτυριου ην τοις πατρασιν ημων εν τη ερημω καθως διεταξατο ο λαλων τω μωυση ποιησαι αυτην κατα τον τυπον ον εωρακει 45 ην και εισηγαγον διαδεξαμενοι οι πατερες ημων μετα ιησου εν τη κατασχεσει των εθνων ων εξωσεν ο θεος απο προσωπου των πατερων ημων εως των ημερων δαυιδ 46 ος ευρεν χαριν ενωπιον του θεου και ητησατο ευρειν σκηνωμα τω θεω vaιακωβ 47 σολομων δε οικοδομησεν αυτω οικον 48 αλλ ουχ ο υψιστος εν χειροποιητοις κατοικει καθως ο προφητης λεγει 49 ο ουρανος μοι θρονος και η vaγη υποποδιον των ποδων μου ποιον οικον οικοδομησετε μοι λεγει κυριος η τις τοπος της καταπαυσεως μου 50 ουχι η χειρ μου εποιησεν ταυτα παντα 51 σκληροτραχηλοι και απεριτμητοι καρδιαις και τοις ωσιν υμεις αει τω πνευματι τω αγιω αντιπιπτετε ως οι πατερες υμων και υμεις 52 τινα των προφητων ουκ εδιωξαν οι πατερες υμων και απεκτειναν τους προκαταγγειλαντας περι της ελευσεως του δικαιου ου νυν υμεις προδοται και φονεις εγενεσθε 53 οιτινες ελαβετε τον νομον εις διαταγας αγγελων και ουκ εφυλαξατε 54 ακουοντες δε ταυτα διεπριοντο ταις καρδιαις αυτων και εβρυχον τους οδοντας επ αυτον 55 υπαρχων δε πληρης πνευματος αγιου ατενισας εις τον ουρανον ειδεν δοξαν θεου και ιησουν εστωτα εκ δεξιων του θεου 56 και ειπεν ιδου θεωρω τους ουρανους διηνοιγμενους και τον υιον του ανθρωπου εκ δεξιων εστωτα του θεου 57 κραξαντες δε φωνη μεγαλη συνεσχον τα ωτα αυτων και ωρμησαν ομοθυμαδον επ αυτον 58 και εκβαλοντες εξω της πολεως ελιθοβολουν και οι μαρτυρες απεθεντο τα ιματια αυτων παρα τους ποδας νεανιου καλουμενου σαυλου 59 και ελιθοβολουν τον στεφανον επικαλουμενον και λεγοντα κυριε ιησου δεξαι το πνευμα μου 60 θεις δε τα γονατα εκραξεν φωνη μεγαλη κυριε μη στησης αυτοις ταυτην την αμαρτιαν και τουτο ειπων εκοιμηθη
Copyright information for WHNU