Colossians 1

παυλος αποστολος χριστου ιησου δια θεληματος θεου και τιμοθεος ο αδελφος τοις εν κολοσσαις αγιοις και πιστοις αδελφοις εν χριστω χαρις υμιν και ειρηνη απο θεου πατρος ημων ευχαριστουμεν τω θεω πατρι του κυριου ημων ιησου [χριστου] vaπαντοτε περι υμων προσευχομενοι ακουσαντες την πιστιν υμων εν χριστω ιησου και την αγαπην [ην εχετε] vaεις παντας τους αγιους δια την ελπιδα την αποκειμενην υμιν εν τοις ουρανοις ην προηκουσατε εν τω λογω της αληθειας του ευαγγελιου του παροντος εις υμας καθως και εν παντι τω κοσμω εστιν καρποφορουμενον και αυξανομενον καθως και εν υμιν αφ ης ημερας ηκουσατε και επεγνωτε την χαριν του θεου εν αληθεια καθως εμαθετε απο επαφρα του αγαπητου συνδουλου ημων ος εστιν πιστος υπερ ημων vaδιακονος του χριστου ο και δηλωσας ημιν την υμων αγαπην εν πνευματι δια τουτο και ημεις αφ ης ημερας ηκουσαμεν ου παυομεθα υπερ υμων προσευχομενοι και αιτουμενοι ινα πληρωθητε την επιγνωσιν του θεληματος αυτου εν παση σοφια και συνεσει πνευματικη 10 περιπατησαι αξιως του κυριου εις πασαν αρεσκειαν εν παντι εργω αγαθω καρποφορουντες και αυξανομενοι τη επιγνωσει του θεου 11 εν παση δυναμει δυναμουμενοι κατα το κρατος της δοξης αυτου εις πασαν υπομονην και μακροθυμιαν μετα χαρας 12 ευχαριστουντες τω πατρι τω ικανωσαντι υμας εις την μεριδα του κληρου των αγιων εν τω φωτι 13 ος ερρυσατο ημας εκ της εξουσιας του σκοτους και μετεστησεν εις την βασιλειαν του υιου της αγαπης αυτου 14 εν ω εχομεν την απολυτρωσιν την αφεσιν των αμαρτιων 15 ος εστιν εικων του θεου του αορατου πρωτοτοκος πασης κτισεως 16 οτι εν αυτω εκτισθη τα παντα εν τοις ουρανοις και επι της γης τα ορατα και τα αορατα ειτε θρονοι ειτε κυριοτητες ειτε αρχαι ειτε εξουσιαι τα παντα δι αυτου και εις αυτον εκτισται 17 και αυτος εστιν προ παντων και τα παντα εν αυτω συνεστηκεν 18 και αυτος εστιν η κεφαλη του σωματος της εκκλησιας ος εστιν [η] vaαρχη πρωτοτοκος εκ των νεκρων ινα γενηται εν πασιν αυτος πρωτευων 19 οτι εν αυτω ευδοκησεν παν το πληρωμα κατοικησαι 20 και δι αυτου αποκαταλλαξαι τα παντα εις αυτον ειρηνοποιησας δια του αιματος του σταυρου αυτου [δι αυτου] ειτε τα επι της γης ειτε τα εν τοις ουρανοις 21 και υμας ποτε οντας απηλλοτριωμενους και εχθρους τη διανοια εν τοις εργοις τοις πονηροις νυνι δε αποκατηλλαξεν 22 εν τω σωματι της σαρκος αυτου δια του θανατου παραστησαι υμας αγιους και αμωμους και ανεγκλητους κατενωπιον αυτου 23 ει γε επιμενετε τη πιστει τεθεμελιωμενοι και εδραιοι και μη μετακινουμενοι απο της ελπιδος του ευαγγελιου ου ηκουσατε του κηρυχθεντος εν παση κτισει τη υπο τον ουρανον ου εγενομην εγω παυλος διακονος 24 νυν χαιρω εν τοις παθημασιν υπερ υμων και ανταναπληρω τα υστερηματα των θλιψεων του χριστου εν τη σαρκι μου υπερ του σωματος αυτου ο εστιν η εκκλησια 25 ης εγενομην εγω διακονος κατα την οικονομιαν του θεου την δοθεισαν μοι εις υμας πληρωσαι τον λογον του θεου 26 το μυστηριον το αποκεκρυμμενον απο των αιωνων και απο των γενεων νυν δε εφανερωθη τοις αγιοις αυτου 27 οις ηθελησεν ο θεος γνωρισαι τι το πλουτος της δοξης του μυστηριου τουτου εν τοις εθνεσιν ο εστιν χριστος εν υμιν η ελπις της δοξης 28 ον ημεις καταγγελλομεν νουθετουντες παντα ανθρωπον και διδασκοντες παντα ανθρωπον εν παση σοφια ινα παραστησωμεν παντα ανθρωπον τελειον εν χριστω 29 εις ο και κοπιω αγωνιζομενος κατα την ενεργειαν αυτου την ενεργουμενην εν εμοι εν δυναμει
Copyright information for WHNU