Colossians 2

θελω γαρ υμας ειδεναι ηλικον αγωνα εχω υπερ υμων και των εν λαοδικεια και οσοι ουχ εορακαν το προσωπον μου εν σαρκι ινα παρακληθωσιν αι καρδιαι αυτων συμβιβασθεντες εν αγαπη και εις παν πλουτος της πληροφοριας της συνεσεως εις επιγνωσιν του μυστηριου του θεου χριστου εν ω εισιν παντες οι θησαυροι της σοφιας και γνωσεως αποκρυφοι τουτο λεγω ινα μηδεις υμας παραλογιζηται εν πιθανολογια ει γαρ και τη σαρκι απειμι αλλα τω πνευματι συν υμιν ειμι χαιρων και βλεπων υμων την ταξιν και το στερεωμα της εις χριστον πιστεως υμων ως ουν παρελαβετε τον χριστον ιησουν τον κυριον εν αυτω περιπατειτε ερριζωμενοι και εποικοδομουμενοι εν αυτω και βεβαιουμενοι τη πιστει καθως εδιδαχθητε περισσευοντες [εν αυτη] vaεν ευχαριστια βλεπετε μη τις υμας εσται ο συλαγωγων δια της φιλοσοφιας και κενης απατης κατα την παραδοσιν των ανθρωπων κατα τα στοιχεια του κοσμου και ου κατα χριστον οτι εν αυτω κατοικει παν το πληρωμα της θεοτητος σωματικως 10 και εστε εν αυτω πεπληρωμενοι ος εστιν η κεφαλη πασης αρχης και εξουσιας 11 εν ω και περιετμηθητε περιτομη αχειροποιητω εν τη απεκδυσει του σωματος της σαρκος εν τη περιτομη του χριστου 12 συνταφεντες αυτω εν τω vaβαπτισματι vaεν ω vaκαι συνηγερθητε δια της πιστεως της ενεργειας του θεου του εγειραντος αυτον εκ νεκρων 13 και υμας νεκρους οντας vaτοις παραπτωμασιν και τη ακροβυστια της σαρκος υμων συνεζωοποιησεν υμας συν αυτω χαρισαμενος ημιν παντα τα παραπτωματα 14 εξαλειψας το καθ ημων χειρογραφον τοις δογμασιν ο ην υπεναντιον ημιν και αυτο ηρκεν εκ του μεσου προσηλωσας αυτο τω σταυρω 15 απεκδυσαμενος τας αρχας και τας εξουσιας εδειγματισεν εν παρρησια θριαμβευσας αυτους εν αυτω 16 μη ουν τις υμας κρινετω εν βρωσει και εν ποσει η εν μερει εορτης η νεομηνιας η σαββατων 17 α εστιν σκια των μελλοντων το δε σωμα του χριστου 18 μηδεις υμας καταβραβευετω θελων εν ταπεινοφροσυνη και θρησκεια των αγγελων α εορακεν εμβατευων εικη φυσιουμενος υπο του νοος της σαρκος αυτου 19 και ου κρατων την κεφαλην εξ ου παν το σωμα δια των αφων και συνδεσμων επιχορηγουμενον και συμβιβαζομενον αυξει την αυξησιν του θεου 20 ει απεθανετε συν χριστω απο των στοιχειων του κοσμου τι ως ζωντες εν κοσμω δογματιζεσθε 21 μη αψη μηδε γευση μηδε θιγης 22 α εστιν παντα εις φθοραν τη αποχρησει κατα τα ενταλματα και διδασκαλιας των ανθρωπων 23 ατινα εστιν λογον μεν εχοντα σοφιας εν εθελοθρησκια και ταπεινοφροσυνη [και] αφειδια σωματος ουκ εν τιμη τινι προς πλησμονην της σαρκος
Copyright information for WHNU