Colossians 3

ει ουν συνηγερθητε τω χριστω τα ανω ζητειτε ου ο χριστος εστιν εν δεξια του θεου καθημενος τα ανω φρονειτε μη τα επι της γης απεθανετε γαρ και η ζωη υμων κεκρυπται συν τω χριστω εν τω θεω οταν ο χριστος φανερωθη η ζωη ημων vaτοτε και υμεις συν αυτω φανερωθησεσθε εν δοξη νεκρωσατε ουν τα μελη τα επι της γης πορνειαν ακαθαρσιαν παθος επιθυμιαν κακην και την πλεονεξιαν ητις εστιν ειδωλολατρια δι α ερχεται η οργη του θεου va εν οις και υμεις περιεπατησατε ποτε οτε εζητε εν τουτοις νυνι δε αποθεσθε και υμεις τα παντα οργην θυμον κακιαν βλασφημιαν αισχρολογιαν εκ του στοματος υμων μη ψευδεσθε εις αλληλους απεκδυσαμενοι τον παλαιον ανθρωπον συν ταις πραξεσιν αυτου 10 και ενδυσαμενοι τον νεον τον ανακαινουμενον εις επιγνωσιν κατ εικονα του κτισαντος αυτον 11 οπου ουκ ενι ελλην και ιουδαιος περιτομη και ακροβυστια βαρβαρος σκυθης δουλος ελευθερος αλλα vaπαντα και εν πασιν χριστος 12 ενδυσασθε ουν ως εκλεκτοι του θεου αγιοι και ηγαπημενοι σπλαγχνα οικτιρμου χρηστοτητα ταπεινοφροσυνην πραυτητα μακροθυμιαν 13 ανεχομενοι αλληλων και χαριζομενοι εαυτοις εαν τις προς τινα εχη μομφην καθως και ο κυριος εχαρισατο υμιν ουτως και υμεις 14 επι πασιν δε τουτοις την αγαπην ο εστιν συνδεσμος της τελειοτητος 15 και η ειρηνη του χριστου βραβευετω εν ταις καρδιαις υμων εις ην και εκληθητε εν [ενι] vaσωματι και ευχαριστοι γινεσθε 16 ο λογος του χριστου ενοικειτω εν υμιν πλουσιως εν παση σοφια διδασκοντες και νουθετουντες εαυτους ψαλμοις υμνοις ωδαις πνευματικαις εν vaχαριτι αδοντες εν ταις καρδιαις υμων τω θεω 17 και παν ο τι εαν ποιητε εν λογω η εν εργω παντα εν ονοματι κυριου ιησου ευχαριστουντες τω θεω πατρι δι αυτου 18 αι γυναικες υποτασσεσθε τοις ανδρασιν ως ανηκεν εν κυριω 19 οι ανδρες αγαπατε τας γυναικας και μη πικραινεσθε προς αυτας 20 τα τεκνα υπακουετε τοις γονευσιν κατα παντα τουτο γαρ ευαρεστον εστιν εν κυριω 21 οι πατερες μη ερεθιζετε τα τεκνα υμων ινα μη αθυμωσιν 22 οι δουλοι υπακουετε κατα παντα τοις κατα σαρκα κυριοις μη εν οφθαλμοδουλιαις vaως ανθρωπαρεσκοι αλλ εν απλοτητι καρδιας φοβουμενοι τον κυριον 23 ο εαν ποιητε εκ ψυχης εργαζεσθε ως τω κυριω και ουκ ανθρωποις 24 ειδοτες οτι απο κυριου απολημψεσθε την ανταποδοσιν της κληρονομιας τω κυριω χριστω δουλευετε 25 ο γαρ αδικων κομισεται ο ηδικησεν και ουκ εστιν προσωπολημψια
Copyright information for WHNU