Colossians 4

οι κυριοι το δικαιον και την ισοτητα τοις δουλοις παρεχεσθε ειδοτες οτι και υμεις εχετε κυριον εν ουρανω τη προσευχη προσκαρτερειτε γρηγορουντες εν αυτη εν ευχαριστια προσευχομενοι αμα και περι ημων ινα ο θεος ανοιξη ημιν θυραν του λογου λαλησαι το μυστηριον του χριστου δι ο και δεδεμαι ινα φανερωσω αυτο ως δει με λαλησαι εν σοφια περιπατειτε προς τους εξω τον καιρον εξαγοραζομενοι ο λογος υμων παντοτε εν χαριτι αλατι ηρτυμενος ειδεναι πως δει υμας ενι εκαστω αποκρινεσθαι τα κατ εμε παντα γνωρισει υμιν τυχικος ο αγαπητος αδελφος και πιστος διακονος και συνδουλος εν κυριω ον επεμψα προς υμας εις αυτο τουτο ινα γνωτε τα περι ημων και παρακαλεση τας καρδιας υμων συν ονησιμω τω πιστω και αγαπητω αδελφω ος εστιν εξ υμων παντα υμιν γνωρισουσιν τα ωδε 10 ασπαζεται υμας αρισταρχος ο συναιχμαλωτος μου και μαρκος ο ανεψιος βαρναβα περι ου ελαβετε εντολας εαν ελθη προς υμας δεξασθε αυτον 11 και ιησους ο λεγομενος ιουστος οι οντες εκ περιτομης ουτοι μονοι συνεργοι εις την βασιλειαν του θεου οιτινες εγενηθησαν μοι παρηγορια 12 ασπαζεται υμας επαφρας ο εξ υμων δουλος χριστου ιησου vaπαντοτε αγωνιζομενος υπερ υμων εν ταις προσευχαις ινα σταθητε τελειοι και πεπληροφορημενοι εν παντι θεληματι του θεου 13 μαρτυρω γαρ αυτω οτι εχει πολυν πονον υπερ υμων και των εν λαοδικεια και των εν ιερα πολει va 14 ασπαζεται υμας λουκας ο ιατρος ο αγαπητος και δημας 15 ασπασασθε τους εν λαοδικεια αδελφους και νυμφαν και την κατ οικον αυτης εκκλησιαν 16 και οταν αναγνωσθη παρ υμιν η επιστολη ποιησατε ινα και εν τη λαοδικεων εκκλησια αναγνωσθη και την εκ λαοδικειας ινα και υμεις αναγνωτε 17 και ειπατε αρχιππω βλεπε την διακονιαν ην παρελαβες εν κυριω ινα αυτην πληροις 18 ο ασπασμος τη εμη χειρι παυλου μνημονευετε μου των δεσμων η χαρις μεθ υμων
Copyright information for WHNU