Ephesians 1

παυλος αποστολος χριστου ιησου δια θεληματος θεου τοις αγιοις τοις ουσιν [εν εφεσω] και πιστοις εν χριστω ιησου χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου ευλογητος ο θεος και πατηρ του κυριου ημων ιησου χριστου ο ευλογησας ημας εν παση ευλογια πνευματικη εν τοις επουρανιοις εν χριστω καθως εξελεξατο ημας εν αυτω προ καταβολης κοσμου ειναι ημας αγιους και αμωμους κατενωπιον αυτου εν αγαπη προορισας ημας εις υιοθεσιαν δια ιησου χριστου εις αυτον κατα την ευδοκιαν του θεληματος αυτου εις επαινον δοξης της χαριτος αυτου ης εχαριτωσεν ημας εν τω ηγαπημενω εν ω εχομεν την απολυτρωσιν δια του αιματος αυτου την αφεσιν των παραπτωματων κατα το πλουτος της χαριτος αυτου ης επερισσευσεν εις ημας εν παση σοφια και φρονησει γνωρισας ημιν το μυστηριον του θεληματος αυτου κατα την ευδοκιαν αυτου ην προεθετο εν αυτω 10 εις οικονομιαν του πληρωματος των καιρων ανακεφαλαιωσασθαι τα παντα εν τω χριστω τα επι τοις ουρανοις και τα επι της γης 11 εν αυτω (1:11) εν ω και εκληρωθημεν προορισθεντες κατα προθεσιν του τα παντα ενεργουντος κατα την βουλην του θεληματος αυτου 12 εις το ειναι ημας εις επαινον δοξης αυτου τους προηλπικοτας εν τω χριστω 13 εν ω και υμεις ακουσαντες τον λογον της αληθειας το ευαγγελιον της σωτηριας υμων εν ω και πιστευσαντες εσφραγισθητε τω πνευματι της επαγγελιας τω αγιω 14 ο εστιν αρραβων της κληρονομιας ημων εις απολυτρωσιν της περιποιησεως εις επαινον της δοξης αυτου 15 δια τουτο καγω ακουσας την καθ υμας πιστιν εν τω κυριω ιησου και την vaεις παντας τους αγιους 16 ου παυομαι ευχαριστων υπερ υμων μνειαν ποιουμενος επι των προσευχων μου 17 ινα ο θεος του κυριου ημων ιησου χριστου ο πατηρ της δοξης δωη vaυμιν πνευμα σοφιας και αποκαλυψεως εν επιγνωσει αυτου 18 πεφωτισμενους τους οφθαλμους της καρδιας [υμων] εις το ειδεναι υμας τις εστιν η ελπις της κλησεως αυτου τις ο πλουτος της δοξης της κληρονομιας αυτου εν τοις αγιοις 19 και τι το υπερβαλλον μεγεθος της δυναμεως αυτου εις ημας τους πιστευοντας κατα την ενεργειαν του κρατους της ισχυος αυτου 20 ην ενηργηκεν vaεν τω χριστω εγειρας αυτον εκ νεκρων και καθισας εν δεξια αυτου εν τοις επουρανιοις 21 υπερανω πασης αρχης και εξουσιας και δυναμεως και κυριοτητος και παντος ονοματος ονομαζομενου ου μονον εν τω αιωνι τουτω αλλα και εν τω μελλοντι 22 και παντα υπεταξεν υπο τους ποδας αυτου και αυτον εδωκεν κεφαλην υπερ παντα τη εκκλησια 23 ητις εστιν το σωμα αυτου το πληρωμα του τα παντα εν πασιν πληρουμενου
Copyright information for WHNU