Ephesians 2

και υμας οντας νεκρους τοις παραπτωμασιν και ταις αμαρτιαις υμων εν αις ποτε περιεπατησατε κατα τον αιωνα του κοσμου τουτου κατα τον αρχοντα της εξουσιας του αερος του πνευματος του νυν ενεργουντος εν τοις υιοις της απειθειας εν οις και ημεις παντες ανεστραφημεν ποτε εν ταις επιθυμιαις της σαρκος ημων ποιουντες τα θεληματα της σαρκος και των διανοιων και ημεθα τεκνα φυσει οργης ως και οι λοιποι ο δε θεος πλουσιος ων εν ελεει δια την πολλην αγαπην αυτου ην ηγαπησεν ημας και οντας ημας νεκρους τοις παραπτωμασιν συνεζωοποιησεν τω χριστω χαριτι εστε σεσωσμενοι και συνηγειρεν και συνεκαθισεν εν τοις επουρανιοις εν χριστω ιησου ινα ενδειξηται εν τοις αιωσιν τοις επερχομενοις το υπερβαλλον πλουτος της χαριτος αυτου εν χρηστοτητι εφ ημας εν χριστω ιησου τη γαρ χαριτι εστε σεσωσμενοι δια πιστεως και τουτο ουκ εξ υμων θεου το δωρον ουκ εξ εργων ινα μη τις καυχησηται 10 αυτου γαρ εσμεν ποιημα κτισθεντες εν χριστω ιησου επι εργοις αγαθοις οις προητοιμασεν ο θεος ινα εν αυτοις περιπατησωμεν 11 διο μνημονευετε οτι ποτε υμεις τα εθνη εν σαρκι οι λεγομενοι ακροβυστια υπο της λεγομενης περιτομης εν σαρκι χειροποιητου 12 οτι ητε τω καιρω εκεινω χωρις χριστου απηλλοτριωμενοι της πολιτειας του ισραηλ και ξενοι των διαθηκων της επαγγελιας ελπιδα μη εχοντες και αθεοι εν τω κοσμω 13 νυνι δε εν χριστω ιησου υμεις οι ποτε οντες μακραν εγενηθητε εγγυς εν τω αιματι του χριστου 14 αυτος γαρ εστιν η ειρηνη ημων ο ποιησας τα αμφοτερα εν και το μεσοτοιχον του φραγμου λυσας 15 την εχθραν εν τη σαρκι αυτου τον νομον των εντολων εν δογμασιν καταργησας ινα τους δυο κτιση εν αυτω vaεις ενα καινον ανθρωπον ποιων ειρηνην 16 και αποκαταλλαξη τους αμφοτερους εν ενι σωματι τω θεω δια του σταυρου αποκτεινας την εχθραν εν αυτω 17 και ελθων ευηγγελισατο ειρηνην υμιν τοις μακραν και ειρηνην τοις εγγυς 18 οτι δι αυτου εχομεν την προσαγωγην οι αμφοτεροι εν ενι πνευματι προς τον πατερα 19 αρα ουν ουκετι εστε ξενοι και παροικοι αλλα εστε συμπολιται των αγιων και οικειοι του θεου 20 εποικοδομηθεντες επι τω θεμελιω των αποστολων και προφητων οντος ακρογωνιαιου αυτου χριστου ιησου 21 εν ω πασα οικοδομη συναρμολογουμενη αυξει εις ναον αγιον εν κυριω 22 εν ω και υμεις συνοικοδομεισθε εις κατοικητηριον του θεου εν πνευματι
Copyright information for WHNU