Ephesians 3

τουτου χαριν εγω παυλος ο δεσμιος του χριστου ιησου vaυπερ υμων των εθνων ει γε ηκουσατε την οικονομιαν της χαριτος του θεου της δοθεισης μοι εις υμας [οτι] κατα αποκαλυψιν εγνωρισθη μοι το μυστηριον καθως προεγραψα εν ολιγω προς ο δυνασθε αναγινωσκοντες νοησαι την συνεσιν μου εν τω μυστηριω του χριστου ο ετεραις γενεαις ουκ εγνωρισθη τοις υιοις των ανθρωπων ως νυν απεκαλυφθη τοις αγιοις αποστολοις αυτου και προφηταις εν πνευματι ειναι τα εθνη συγκληρονομα και συσσωμα και συμμετοχα της επαγγελιας εν χριστω ιησου δια του ευαγγελιου ου εγενηθην διακονος κατα την δωρεαν της χαριτος του θεου της δοθεισης μοι κατα την ενεργειαν της δυναμεως αυτου εμοι τω ελαχιστοτερω παντων αγιων εδοθη η χαρις αυτη τοις εθνεσιν ευαγγελισασθαι το ανεξιχνιαστον πλουτος του χριστου και φωτισαι vaτις η οικονομια του μυστηριου του αποκεκρυμμενου απο των αιωνων εν τω θεω τω τα παντα κτισαντι 10 ινα γνωρισθη νυν ταις αρχαις και ταις εξουσιαις εν τοις επουρανιοις δια της εκκλησιας η πολυποικιλος σοφια του θεου 11 κατα προθεσιν των αιωνων ην εποιησεν εν τω χριστω ιησου τω κυριω ημων 12 εν ω εχομεν την παρρησιαν και προσαγωγην εν πεποιθησει δια της πιστεως αυτου 13 διο αιτουμαι μη ενκακειν vaεν ταις θλιψεσιν μου υπερ υμων ητις εστιν δοξα υμων 14 τουτου χαριν καμπτω τα γονατα μου προς τον πατερα 15 εξ ου πασα πατρια εν ουρανοις και επι γης ονομαζεται 16 ινα δω υμιν κατα το πλουτος της δοξης αυτου δυναμει κραταιωθηναι δια του πνευματος αυτου εις τον εσω ανθρωπον 17 κατοικησαι τον χριστον δια της πιστεως εν ταις καρδιαις υμων 18 εν αγαπη ερριζωμενοι και τεθεμελιωμενοι (3:18) ινα εξισχυσητε καταλαβεσθαι συν πασιν τοις αγιοις τι το πλατος και μηκος και υψος και βαθος 19 γνωναι τε την υπερβαλλουσαν της γνωσεως αγαπην του χριστου ινα πληρωθητε εις παν το πληρωμα του θεου 20 τω δε δυναμενω υπερ παντα ποιησαι υπερεκπερισσου ων αιτουμεθα η νοουμεν κατα την δυναμιν την ενεργουμενην εν ημιν 21 αυτω η δοξα εν τη εκκλησια και εν χριστω ιησου εις πασας τας γενεας του αιωνος των αιωνων αμην
Copyright information for WHNU