Ephesians 5

γινεσθε ουν μιμηται του θεου ως τεκνα αγαπητα και περιπατειτε εν αγαπη καθως και ο χριστος ηγαπησεν υμας vaκαι παρεδωκεν εαυτον υπερ υμων vaπροσφοραν και θυσιαν τω θεω εις οσμην ευωδιας πορνεια δε και ακαθαρσια πασα η πλεονεξια μηδε ονομαζεσθω εν υμιν καθως πρεπει αγιοις και αισχροτης και μωρολογια η ευτραπελια α ουκ ανηκεν αλλα μαλλον ευχαριστια τουτο γαρ ιστε γινωσκοντες οτι πας πορνος η ακαθαρτος η πλεονεκτης ο εστιν ειδωλολατρης ουκ εχει κληρονομιαν εν τη βασιλεια του χριστου και θεου μηδεις υμας απατατω κενοις λογοις δια ταυτα γαρ ερχεται η οργη του θεου επι τους υιους της απειθειας μη ουν γινεσθε συμμετοχοι αυτων ητε γαρ ποτε σκοτος νυν δε φως εν κυριω ως τεκνα φωτος περιπατειτε ο γαρ καρπος του φωτος εν παση αγαθωσυνη και δικαιοσυνη και αληθεια 10 δοκιμαζοντες τι εστιν ευαρεστον τω κυριω 11 και μη συγκοινωνειτε τοις εργοις τοις ακαρποις του σκοτους μαλλον δε και ελεγχετε 12 τα γαρ κρυφη γινομενα υπ αυτων αισχρον εστιν και λεγειν 13 τα δε παντα ελεγχομενα υπο του φωτος φανερουται παν γαρ το φανερουμενον φως εστιν 14 διο λεγει εγειρε ο καθευδων και αναστα εκ των νεκρων και επιφαυσει σοι ο χριστος 15 βλεπετε ουν ακριβως πως περιπατειτε μη ως ασοφοι αλλ ως σοφοι 16 εξαγοραζομενοι τον καιρον οτι αι ημεραι πονηραι εισιν 17 δια τουτο μη γινεσθε αφρονες αλλα συνιετε τι το θελημα του κυριου 18 και μη μεθυσκεσθε οινω εν ω εστιν ασωτια αλλα πληρουσθε εν πνευματι 19 λαλουντες εαυτοις vaψαλμοις και υμνοις και ωδαις πνευματικαις αδοντες και ψαλλοντες τη καρδια υμων τω κυριω 20 ευχαριστουντες παντοτε υπερ παντων εν ονοματι του κυριου ημων ιησου χριστου τω θεω και πατρι 21 υποτασσομενοι αλληλοις εν φοβω χριστου 22 αι γυναικες τοις ιδιοις ανδρασιν ως τω κυριω 23 οτι ανηρ εστιν κεφαλη της γυναικος ως και ο χριστος κεφαλη της εκκλησιας αυτος σωτηρ του σωματος 24 αλλα ως η εκκλησια υποτασσεται τω χριστω ουτως και αι γυναικες τοις ανδρασιν εν παντι 25 οι ανδρες αγαπατε τας γυναικας καθως και ο χριστος ηγαπησεν την εκκλησιαν και εαυτον παρεδωκεν υπερ αυτης 26 ινα αυτην αγιαση καθαρισας τω λουτρω του υδατος εν ρηματι 27 ινα παραστηση αυτος εαυτω ενδοξον την εκκλησιαν μη εχουσαν σπιλον η ρυτιδα η τι των τοιουτων αλλ ινα η αγια και αμωμος 28 ουτως οφειλουσιν [και] οι ανδρες αγαπαν τας εαυτων γυναικας ως τα εαυτων σωματα ο αγαπων την εαυτου γυναικα εαυτον αγαπα 29 ουδεις γαρ ποτε την εαυτου σαρκα εμισησεν αλλα εκτρεφει και θαλπει αυτην καθως και ο χριστος την εκκλησιαν 30 οτι μελη εσμεν του σωματος αυτου 31 αντι τουτου καταλειψει ανθρωπος [τον] πατερα και [την] μητερα και προσκολληθησεται προς την γυναικα αυτου και εσονται οι δυο εις σαρκα μιαν 32 το μυστηριον τουτο μεγα εστιν εγω δε λεγω εις χριστον και [εις] vaτην εκκλησιαν 33 πλην και υμεις οι καθ ενα εκαστος την εαυτου γυναικα ουτως αγαπατω ως εαυτον η δε γυνη ινα φοβηται τον ανδρα
Copyright information for WHNU